EDICTUM
PRAEFECTI AEGYPTI M. PETRONII MAMERTINI Edict of Marcus Petronius Mamertinus concerning the issuance of tax receipts ( March 22, AD 134 ) |
P. Fay. 21 = C. Pap. Hengstl 30 ( Duke Data Bank of Documentary Papyri ). |
Μάρκος Πετρώνιος Μαμερτῖνος
| ἔπαρχος Αἰγύπτου λ[έ]γει· | πρότερον μὲν ἀποχὰς ἀλλήλοις | παρέχειν
ἐκέλευσα π[ε]ρὶ τῶν ἐν-|γράφω̣ν̣ δ̣ι̣ὰ̣ τὰς ἀμφισβητήσεις | τὰς ἐπ᾽
ἐμοῦ περὶ τούτων γενομέ-|νας, νυνὶ δὲ συνλήβδ̣[ην π]ε̣ρ̣[ὶ πάν]-|των
ὁπωσο̣ῦ̣ν διδομένων [[...]] | ἢ λογιζομένων εἰς τὸ δημόσιον εἴ-|τ᾽ ἐν
γένεσιν εἴτ᾽ ἐν ἀργυρίῳ εἴτ᾽ ἐν σω-|ματικαῖς ἐργασίαις ἢ ἄλλῳ ὁτῳδήτινι
| τρόπῳ κελεύω παρέχειν ἀλλήλ[οις] | ἀποχὰς τούς τε διδόντας καὶ τοὺς
λαμ-|βάν[ο]ντας, ἐπεξελευσόμενος ἐάν | τις ἄλλα παρὰ ταῦτα ποιήσῃ. ἐπ<ε>ὶ
| δὲ καὶ τοῦτό τινες ἐμέμψαντο | ὡς αὐτοὶ μὲν τὰ βιβλία προσφέρον-|τες
ο[ἷ]ς ὀφείλουσιν, ἐκείνους δὲ μὴ | βουλομένους παρ᾽ αὐτῶν λαμ-|βάνειν
ἵνα τὴν παρολκὴν ἐξωνή-|σωνται τῷ τοῦ προστίμου
φόβῳ, | δυνήσονται μαρτυρίαν \ - ca. ? - /
ποιήσα̣σ̣θ̣αι | περὶ τῶν μὴ προσιεμένων \οἱ/ μὴ διδόν-|[τε]ς̣ [ὅπ]ως
τῆς ἀπειθίας ἐκεῖνοι τὴν | προσήκουσαν δίκη[ν ὑ]πόσχωσι. | (ἔτους) ιη
Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁ-|δριανοῦ Σεβαστοῦ, Φαμενὼθ κϚ. |
|