|
EDICTUM
PRAEFECTI AEGYPTI T. FLAVII TATIANI Edict of Titus Flavius Tatianus concerning the archives of Hadrian ( March 22, AD 127 ) |
P. Oxy. I, 34 v, col. 1-2 = M. Chr. 188 ( Duke Data Bank of Documentary Papyri ). |
Col. 1 |
ο̣[..]β̣ι.[.......]αρεστ[ - ca. 12 - ]νων
π[...]η[..]ω̣[..]α[.] | βαρὺ δὲ [τοῖς ἀπ]οτάκ̣τοις πρα[γματευ]ο̣μ̣ένο̣ι̣ς̣
ὑπο[γρά]φομαι κα[τ᾽] | ἀμεριμν̣ί̣[α]ς τόπ̣ον
τῷ εἰς τὸ Να̣ν̣α̣ῖ̣ο̣ν [ε]ἰωθότι τελεῖσθαι κα[ὶ] εἰς τὴν | ἑτέραν διδόναι
βιβλιοθ[ή]κη[ν] .. τ̣άχιστον̣ ..... δὲ ἐπιτηρηταὶ
κατα-|χωριζέτωσ[αν τ]ο̣[ὺ]ς̣ τῆς προσόδου λόγους̣ [εἰ]ς̣ τ̣ὸ̣ [τρια]κοντάκλεινον
διὰ | πέντε ἡμερῶν, [ο]ὐ μόνον ἵνα ἡ πρόσοδος φανερὰ γένηται ἀλ<λ᾽>
ἵνα καὶ | αὕτη ἡ ἀσφάλεια ταῖς ἄλλαις προσῇ. οἱ μέχρι νῦν ἐν τῷ καταλογείῳ
| ἀπολο[γ]ισταὶ γραμματεῖς καλ[ού]με[ν]οι κατὰ τὸ παλαι[ὸν] ἔθος ἐγλογιζέσ-|θωσαν
τὰ συναλλάγματα περιλαμβάνοντ[ες] τά τε τῶν νομογράφων | καὶ τὰ τῶν
σ[υνα]λλασσόντων ὀνόματα καὶ τὸν ἀριθμὸν τῶν οἰκονο-|μιῶν
καὶ [τὰ εἴ]δη τῶν συνβ̣[ο]λ̣α̣ίων καὶ καταχωρ[ι]ζέτωσαν ἐν ἀμφο-|[τέρα]ις
ταῖς β[ι]βλ[ιο]θήκαις. ο[ἱ καλ]ούμενοι
εἰκονισταὶ ὅταν τὸν τόμον
| [τῶν πρ]ο̣σαγορευομένων [συνκολ]λ̣η̣σ̣ί̣μων πρὸς καταχωρισμὸν
ἀνε-|τ̣[άζ]ωσι παρασημειούσθ[ωσαν εἴ πο]υ̣ ἀπαλήλιπται ἢ ἐπιγέγραπταί
τι | ὃ [ἑτέ]ρως ἔχει· καὶ ἀντίγρ[αφον γεν]όμενον ἐν ἑ[νὶ] χάρτῃ καταχωριζέτωσαν
| ε[ἰς τὰς] δύο βιβλιοθήκας, [κελεύ]ω̣ γὰρ
καὶ ἐπὶ τῆς ἄλλης Αἰγύπτου γείνεσ-|θ[αι τὸ ἐ]π᾽
Ἀρσ[ι]νοειτῶν καὶ [.....]πο[λ]ειτῶν .. νῦν φυλασσόμενον. προσ- |
Col. 2 |
θ̣ή̣σο̣υ[σι] δὲ καὶ <τὸν>
τῶν κολλημάτων ἀριθμὸν καὶ | τὰ ὀνόματα τῶ[ν] συναλλαξάντων, ποιείτωσαν
| τὸ αὐτὸ κα[ὶ] οἱ καλούμενοι
ἐπὶ τῆς διαλογῆς τῶν | κατὰ καιρὸν ἀρχιδικαστῶν [γρα]μματεῖς
καὶ τὰς | πενθημέρους καταχωριζέτ[ω]σ[α]ν. ὁ ἐπιτηρητὴ[ς] | τοῦ Ναναίου
μ[ήτ]ε τὰ ἐκδόσιμα διδότω μήτε ἐπ[ι]-|σκέψασθαι ἐπιτ[ρ]επέτω μήτ[ε ἄ]λλο
τι οἰκονομείτω | πρὶν αὐτῷ ἐπιστέλλη[τ]αι ὑπὸ [το]ῦ
τῆς Ἁδριανῆς βιβλι[ο]-|θήκης ἐπιτηρητοῦ, ἐπεὶ ὑπεύθυνός ἐστιν ὡς παρα-|λογίσασθαί
τι βουληθεὶς τῶν δεόντων. κατα-|χωριζέτωσαν οὖν εἰς ἀμφοτέρας τὰς βιβλιοθήκας
| τὰ συναλλάγματα οἱ μὲν ἐν τῇ πόλει πραγματευό-|μενο[ι] ἀπὸ Φαρμοῦθι
νεομηνίας, οἱ δὲ ἐν Αἰγύπτῳ | ὁμοίως ἀπὸ Παχών. | (ἔτους) ια Αὐτοκράτορος
Καίσαρος Τραιαν[ο]ῦ | Ἁδριανοῦ Σεβαστοῦ, Φαμενὼθ κϚ.
προτεθήτω. |
|