EDICTUM
PRAEFECTI AEGYPTI TIB. IULII ALEXANDRI Edict of Tiberius Julius Alexander on various matters ( July 6, AD 68 ) |
BGU VII, 1563 = C. Pap. Jud. II, 418 c ( Duke Data Bank of Documentary Papyri ). |
[ἀντίγραφον]
ἐκθέματος. Τιβέριος Ἰούλιος [Ἀλέξανδρος λέγει·] | [πᾶσαν πρό]νοιαν ποιούμενος
τοῦ δια[μένειν τῷ] | [προσήκο]ντι καταστήματι τὴν π[όλιν ἀπολαύου]-|[σαν
τῶν εὐ]εργεσιῶν, ἃς ἔχει παρὰ τῶ[ν Σεβαστῶν καὶ] | [τοῦ τὴν Αἴγ]υπτον
ἐν εὐσταθείᾳ διά[γουσαν εὐθύμως] | [ὑπηρετεῖν] τῇ τε εὐθηνίᾳ καὶ τῇ
με[γίστῃ τῶν νῦν] | [καιρῶν ε]ὐδαιμονίᾳ μὴ βαρυνομέν[ην καιναῖς καὶ
ἀδί]-|[κοις εἰς]πράξεσι, σχεδὸν δὲ ἐξ [ο]ὗ̣ [τῆς πόλεως] | [ἐπέβην κ]αταβοώμενος
ὑπὸ τῶ̣ν̣ [ἐντυγχανόντων] | [καὶ κατ᾽ ὀ]λίγον καὶ κατὰ πλήθη τ̣ῶ̣[ν
τε ἐνθάδε εὐσχη]-|[μονεστ]άτων καὶ τῶν γεωργο̣ύ̣[ντων τὴν χώραν] | [μεμφομέ]νων
τὰς ἔνγιστα γενομ[ένας ἐπηρείας, οὐ] | [διέλιπο]ν̣ μὲν κατὰ τὴν ἐμαυτο[ῦ
δύναμιν τὰ ἐ]-|[πείγοντα] ἐπανορθούμενος. ἵνα̣ [δὲ εὐθυμότεροι] | [πάντα
ἐλ]πίζητε παρὰ τοῦ ἐπιλάμ̣[ψαντος ἡμῖν ἐπὶ] | [σωτη]ρίᾳ τοῦ παντὸς ἀνθρώπω[ν
γένους εὐεργέ]-|[του Σ]εβαστοῦ Αὐτοκράτορος Γάλ[βα τά τε πρὸς σω]-|[τηρίαν]
καὶ τ̣ὰ πρὸς ἀπόλαυσιν κ[αὶ γινώσκητε, ὅτι] | [ἐφρόν]τισα
τῶν πρὸς τὴν ὑμ[ετέραν
βοήθειαν] | [ἀνηκόν]των, προέγραψα ἀν̣[αγκαίως περὶ ἑ]-|[κάστου
τῶ]ν̣ ἐ̣π̣ιζητουμένων, ὅ̣[σα ἔξεστί μοι] | [κρίνειν καὶ π]οιεῖν, τὰ
δὲ μείζον[α καὶ δεόμενα] | [τῆς τοῦ αὐτοκρ]άτορος δυνάμεως [καὶ μεγαλειότη]-|[τος
αὐτ]ῶ̣ι δη̣λ̣ώσωι μ̣ε̣τ̣ὰ π̣άς[ης ἀληθείας,] | [τῶν θε]ῶν ταμιευσαμένων
εἰς [τοῦτον τὸν ἱε]-|[ρώτ]ατον καιρὸν τὴν τῆς οἰκουμέ[νης ἀσφάλειαν.
ἔγ]-|[νων] γὰρ πρὸ πάντων εὐλογωτάτη[ν οὖσαν τὴν ἔν]-|[τευ]ξιν ὑμῶν
ὑπὲρ τοῦ μὴ ἄκον[τας ἀνθρώπους εἰς] | [τε]λωνείας ἢ̣ ἄλλας μ̣ισθ̣ώ̣σεις
οὐ[σιακὰς παρὰ τὸ] | [κοιν]ὸ̣ν ἔθος τῶν ἐπάρχων πρὸς βία[ν ἄγεσθαι καὶ
ὅ]-|[τι οὐ]κ ὀλίγον ἔ̣β̣λαψ̣ε τὰ πράγματα τ[ὸ πολλοὺς ἀπείρους ὄν]-|[τας]
τ̣ῆς τοιαύ̣τ̣η̣ς̣ πραγ̣μ[α]τ̣είας ἀχ̣[θῆναι μετὰ] | [ἀ]νάγκ̣[η]ς [ἐ]π̣ιβληθ̣έντων
αὐ[τ]ο̣ῖς τῶ̣[ν τελῶν. διό]-|περ καὶ αὐτὸς οὔτε̣ ἤγαγ[ό]ν τινα̣ ε̣ἰ̣ς̣
τ̣ε̣[λωνείαν ἢ μίσθω]-|σιν οὔτε ἄξω εἰδὼς τοῦτο συμ̣[φέρ]ε̣ι̣[ν καὶ
ταῖς κυ]-|ριακαῖς ψήφοις τὸ μ[ετὰ] προ̣θ̣[υμίας ἑκόντας πρα]-|γματεύεσθαι
τοὺς δυνατού̣ς. [πέπεισμαι δέ, ὅτι οὐδ᾽ εἰς] | τὸ μέλλον ἄκοντάς τι[ς]
ἄξ̣ε̣ι [τελώνας ἢ μισθωτάς,] | ἀλλὰ διαμισθώσει τοῖς βουλ[ομένοις ἑκουσίως
προς]-|έρχε[ς]θαι μᾶλλον τὴν τῶν [προτέρων ἐπάρχων] | αἰώνιον συνήθε[ι]αν
φ[υ]λάς[σων vac. ] |
|
|