|
EPISTULA
DOMITIANI DE TRACTORIIS ET STATIVIS Domitian's letter on requisitioned transport and lodgings ( AD 81-83 ) |
( L. Jalabert & R. Mouterde, Inscriptions grecques et latines de la Syrie, V, Paris, 1959, n. 1998 ). |
|
ἐξ
ἐντολῶν Αὐτοκρά-|τορος [[Δομ]]ι̣τιανοῦ Καίσ[α]-|ρος Σεβαστοῦ υἱοῦ, Σεβασ[τοῦ]
| πρὸς Κλαύδιον Ἀθηνόδωρον | ἐπίτροπον· ἐν τοῖς ἐξαιρέτοις | καὶ μεγάλης
χρήζουσιν φρον-|τίδος, ὑπὸ τοῦ θεοῦ πατρὸς Οὐε[σ]-|πασιανοῦ
Καί̣σαρ̣ος ἐπιμελείας τετ[υ]-|χέναι
γεινώσκω τὰ τῶν πόλεων φι-|λάνθρωπα·
οἷς ἐνατενίσας, ἐκέλευ[σε] | μήτε ὑποζυγίων μισθώσεσιν, μείτε ξέ[νων]
| ὀχλήσεσιν βαρύνεσθαι τὰς ἐπαρχείας. | ἀλλ’ ὅμως, ὑπεί[ξ]ει ἢ οὐ ἐπ{π}ιδιορθώσεως
{ἐπιδιορθώσεως} | τυχόν, οὐ τοῦτο πεφύλακται· μένει γὰρ | μέχρι νῦν
παλαι<ὰ> καὶ εὔτονος συνήθεια, | κατ’ ὀλίγον χωροῦσα εἰς νόμον,
εἰ μὴ ἰσχύε[ιν] | κωλυθείη δυνάμει. ἐντέλλομαι δὴ καὶ σοὶ φρον̣τ̣ί[δα]
| ποιήσασθαι ὅπως μηδεὶς ὑποζύγιον λάβῃ εἰ [μὴ] | ὁ ἐμὸν ἔχων δίπλωμα·
ἀδικώτατον <γ>άρ ἐστι[ν], | ἢ χάριτί τινων ἢ ἀξι<ώσει> τὸ
γραφὰς γεινέσθαι, ἃς [μη]-|δενὶ ἔξεστιν διδόναι ἢ ἐμοί· μηδὲν οὖν γε[νέσ]-|θω
ὃ τὴν ἐμὴν ἐντολὴν καταλύσει καὶ τὴν συμ[φο]-|ρωτάτην ταῖς πόλεσιν γνώμην
φθερεῖ· βοη[θεῖν] | γὰρ δίκαιόν ἐστιν ἀτονούσαις ταῖς ἐπαρχε[ίαις] |
αἳ μόγις τοῖς ἀναγκαίοις ἐξαρκοῦ<σιν>· μηδ[ὲ] | βιαζέσθω τις αὐτὰς
παρὰ τὴν ἐμὴν βο[ύ]-|λησιν· ὁδηγόν τε μηδεὶς λαμβανέτω εἰ μ[ὴ] | ὁ ἐμὸν
ἔχων δίπλωμα· ἐναποσπωμένω[ν] | γὰρ τῶν ἀγροίκων, ἀγεώργητοι μενοῦ[σιν]
| αἱ χῶραι. σύ τε, ἢ ἰ<δίο>ις χρησάμενος ὑπο[ζυγί]-|[ο]ις ἢ μισθωσάμενος,
κάλλιστα ποιήσει . . . (?) | . . . ΠΕΜ . . . ΠΩ . . .
ΑΣΟΙΔΙΠΛΩΜΑΤΑΜΕΤΑ |——ΕΙΑΣ———ΧΡΩΜΕ . . . ΣΕΙΣ |———Τ ———ΠΓ ——ΠΕ |
|