|
EPISTULA
SEVERI ET CARACALLAE AD SMYRNAEOS Letter of Septimius Severus and Caracalla granting privileges to sophist Claudius Rufinus ( AD 198-210 ) |
( G. Petzl, Die Inschriften von Smyrna, Bonn, 1982-90, n. 602 ). |
οἱ
θειότατοι αὐτοκράτορες Σεουῆρος καὶ Ἀντωνεῖνος Καίσαρες Σμυρναίοις·
| εἰ Κλαύδιος Ῥουφῖνος ὁ πολείτης ὑμῶν ὁ διὰ τὴν προαίρεσιν, | ᾗ σύνεστιν
ἐπὶ παιδείᾳ, καὶ τὸν ἐν λόγοις συνεχῆ βίον τὴν | προκειμένην τοῖς σοφισταῖς
κατὰ τὰς θείας τῶν προγόνων | ἡμῶν διατάξεις ἀτέλειαν τῶν λειτουργιῶν
καρπούμενος | ὑμῶν αὐτὸν ἑκουσίῳ ἀνάγκῃ προκαλουμένων ὑφέστη τὴν | στρατηγίαν
κατὰ τὸ πρὸς τὴν πατρίδα φίλτρον, τὴν γοῦν εἰς τὰ | ἄλλα μένειν ἀπραγμοσύνην
ἀκείνητον αὐτῷ δικαιότατόν | ἐστιν· οὐ γὰρ ἄξιον τῷ ἀνδρὶ τὴν εἰς ὑμᾶς
φιλοτειμίαν γενέ-|σθαι ζημίαν, καὶ μάλιστα ταύτην ὑμῶν αἰτούντων ὑπὲρ
| αὐτοῦ τὴν χάριν. vacat εὐτυχεῖτε. | ἐπρέσβευον Αὐρ(ήλιος) Ἀντωνεῖνος
καὶ Αἴλιος Σπηρᾶτος. |
|