|
EPISTULA
IMPERATORIS NERONIS AD RHODIOS Letter of Nero concerning the restoration of liberty to the Rhodians ( AD 54-55 ) |
( Hiller von Gaertringen, MDAIA, 20, 1895, p. 386 ). |
|
[ἐπ’
ἰ]ε̣ρ̣έ̣ως Δι̣ο̣γ̣έ̣νευς, πρυτανίων τῶν σὺν | Μενεκλεῖ τῷ Ἀρ̣χαγόρα,
γραμμα[τε]ύοντος | βουλᾶς Νεικασιμάχου Διαφάνου καθ’ ὑ(οθεσίαν δὲ) Ἀρχεδάμ(ου).
| ἁ̣ ἐπιστολὰ ἁ ἀποσταλεῖσα ὑπὸ Νέρωνος | Κλαυδίου Καίσαρος Πεταγειτνύου
κζ. vacat | [Νέρων] Κλαύδιος θεοῦ Κλαυδίου υἱός, Τιβερίου Καίσα̣-|ρος
Σεβαστοῦ καὶ Γερμανικοῦ Καίσαρος ἔγγονος, θε-|οῦ Σεβαστοῦ ἀπόγονος,
Καῖσαρ Σε̣β̣αστὸς Γερμανι-|κὸς ἀρχιερεὺς δημαρχικῆς ἐξουσίας αὐτοκρά-|τωρ
Ῥοδίων ἄρχουσι βουλῇ δ̣[ή]μῳ χαίρειν. vacat | οἱ πρέσβεις ὑμῶν
οὓς ἐπὶ τῇ ψευδῶς ἐπισ̣τολῇ | πρὸς ὑμᾶς κομισθείσῃ τῷ τῶν ὑπάτων ὀνόματι
| ταραχθέντες πρός με ἐπέμψατε, καὶ τὸ ψήφισμα ἀ̣-|πέδοσαν καὶ περὶ
τῶν θυσιῶν ἐδήλωσαν ἃς ἐνετε[ί]-|λασθε αὐτοῖς ὑπὲρ τῆς πανοικίου μου
ὑγείας καὶ | τῆς ἐν τῇ ἡγεμ<ο>νίᾳ διαμονῆς ἐπιτελέσαι τῷ κατ’
ἐ-|ξοχὴν παρ’ ἡμεῖν τειμωμένῳ θεῷ Διῒ Καπετωλίῳ | περὶ τ’ ὧν ἐπεστάλκειτε
αὐτοῖς πρὸς τὴν τῆς πόλεως | δημοκρατίαν διαφερόντων ἐνεφάνισαν διὰ
Κ<λα>υ̣-|δίου Τειμοστράτου τοῦ ἀρχιπρεσβευτοῦ σπου-|δαίῳ πάθει
τοὺς ὑπὲρ ὑμῶν ἐπ’ ἐμοῦ ποιησαμένων | λόγους —— ἀνδρὸς κἀ̣μ̣οὶ ἐπὶ τῷ
κρατ[ί]στῳ διὰ τ[ὴ]ν ἀνανέω-|σιν τῶν πρὸς ἡμᾶς αὐτῷ δικαίων ὑπαρχόντων
γνωρί-|μου καὶ παρ’ ὑμεῖν ἐν τοῖς ἐπιφανεστάτοις καταριθμου[μέ]-|νου.
ἐγὼ οὖν ἀπὸ τῆς πρώτης ἡλικίας εὐνοϊκῶς πρὸς τὴν̣ [πό]-|λιν ὑμῶν δια̣κείμενος
[————————— ———————] | [—————————————————————————] |
|