|
PETITIO
ET RESCRIPTUM THEODOSII DE RAPINIS ET EXACTIONIBUS Petition and rescript of Theodosius II concerning the attacks of Blemmyes ( AD 425-430 ) |
SB XX, 14606 = P. Leid. II Z = ChLA XLVI, 1392 ( Duke Data Bank of Documentary Papyri ). |
1. |
- ca.? - |
2. |
(hand 2)
bene valere te cupimus. | Exemp[l]um pre[c]ụm | τοῖς γῆς καὶ θαλά̣σσης
καὶ παντὸς̣ ἀ̣ν̣θρ̣ώπων ἔθν̣[ου]ς̣ καὶ γένους [δ]εσπόταις̣ Φ[λ(αουίοις)]
Θεοδοσίῳ καὶ Βαλεντινιανῷ τοῖς [αἰ]ω̣νί̣οις Αὐγού̣[στοι]ς | δέησις καὶ
ἱκεσί̣α πα̣ρ̣[ὰ] Ἀππίωνος ἐπισκόπου̣ ῥεγεῶνος Συήν̣η̣ς καὶ Κεν.. Σ̣[υ]ή̣νης
καὶ Ἐλεφαντίνης ἐπαρχίας τῆς ὑ̣μετέρ̣α̣ς̣ Ἄ̣ν̣ω̣ Θηβαίδος. | εἴωθεν
ἡ ὑμετέρα φ[ι]λ̣ανθρωπία πᾶσιν τοῖς δεομένοις χεῖρα δεξιὰν ὀρέγειν,
[ὅ]θεν κἀγὼ τοῦτο σαφῶς μεμαθηκὼς ἐπὶ τάσδε τὰς δ̣ε̣ήσεις | ἐλήλυ̣θα
τοῦ πράγμα̣[το]ς̣ ὄντος ἐν̣ τ̣ούτοις. ἐν̣ μέσῳ τῶν ἀλιτηρίων βαρβάρω[ν]
με[τ]ὰ τῶν ἐμῶν ἐκκλησιῶν τυγχάνων τῶν τε Βλεμμύων | μεταξὺ καὶ Ἀνν[ο]υβάδω̣ν̣
π̣ο̣λ̣[λ]ὰ̣ς̣ παρ᾽ ἐκείν̣ω̣ν̣ ὡ̣ς̣ [ἐ]ξ ἀφα̣[ν]ο̣ῦ̣ς̣ κ̣[ατ]αδρομ̣[ὰς
ὑπ]ο̣μένομεν οὐδενὸς στρατιώτου προισταμένου τῶν | ἡμετέρων τόπων. ἐκ
τούτου τ̣ῶ̣ν̣ ὑ̣π̣᾽ ἐ̣μὲ ταπεινουμένων ἐκκλησιῶ[ν] καὶ μὴ δυ̣[ν]α̣μ̣ένων
μήτε τ̣ο̣ῖ̣ς αὐταῖς προσφεύγουσιν ἐπαμύνειν | προσπίπτω προκυλινδούμενος
τῶν θείων ὑμῶν καὶ ἀχράν̣[των] ἰ̣χν̣ῶ̣[ν ὥστ]ε κα̣[τ]α̣ξιῶσαι θεσπίσαι
φρουρεῖσ[θ]αι τὰ[ς ὑπ᾽ ἐμὲ̣(?)] | ἁγίας ἐκκλησίας ὑπὸ τῶν παρ᾽ ἡμῖν
στρατιωτ̣ῶ̣ν κ[αὶ] πείθεσθ[αι αὐτο]ὺς ἐ̣μ̣ο̣[ὶ καὶ ὑ]πακούειν περὶ πάντων
καθὼς οἱ ἐν̣ Φ̣ι̣λ̣ῶ̣ν̣ οὕτω | καλουμένῳ φρουρίῳ τῆς ὑμετέρας Ἄνω Θηβαίδος
κ̣α̣τ̣α̣[σταθέντες] στρατι̣[ῶτα]ι ὑπουργοῦσιν ταῖς ἐν Φιλῶ(ν)
ἁγίαις τοῦ Θεο̣[ῦ] | ἐκκλησίαις. οὕτω
γὰρ δυνησ[ό]μ̣εθ̣α ἀδε[ῶς ζῶ]ντες [ - ca.? - ]..
..[...].σκας μετιέναι νομοθεσίας ...[ - ca.? - ]
| βαρυτάτης ὁριζομένης κατὰ τ̣ῶ̣ν παραβά̣ν̣[των] ....[...].ν τ̣ὰ̣ [θειω]δῶς
παρ᾽ ὑμῶν θεσπισθ̣έ̣ν̣τ̣α̣, π̣ά̣σ̣η̣ς̣ | συναρπαγῆς τοῦ δι᾽ ἐναντίας
μ̣έρους γενομ[ένη]ς̣ ἢ μελ̣[λούσ]ης γενέ[σθαι] σχολαζούσ̣η̣ς̣,
θείας ὑμῶν κ̣ε̣..... | ἰδικῆς χά̣ρ̣ιτος περὶ
τούτου φοιτώσης πρ[ὸ]ς τὸν μεγαλοπρε̣π̣έ̣σ̣τ̣α̣τ̣ον καὶ περίβλεπ[τον]
κόμιτα καὶ δοῦκα̣ | τοῦ Θηβαϊκοῦ λιμίτου· καὶ τούτου τυχὼν τ̣ὰ̣ς συνήθεις
ε̣ὐ̣χ[ὰς] ἀ̣[ναπ]έ[μψ]ω τῷ Θεῷ ὑπὲρ τοῦ αι᾿ωνίου [ὑ]μῶ[ν] κ̣ρ[άτου]ς̣
| διὰ παντός. ††† |
|