|
EPISTULA
HADRIANI AD PERGAMENOS Letter of Hadrian concerning the Neoi of Pergamon ( November 11, AD 117 ) |
( M. Fränkel, Die Inschriften von Pergamon, II, Berlin, 1895, n. 274 ). |
ἀγαθῆι τύχηι. | Αὐτοκράτωρ
Καῖσαρ θεοῦ | Τραϊανοῦ Παρθικοῦ υἱός, | θεοῦ Νέρουα υἱωνὸς | Τραϊανὸς
Ἁδριανὸς Σεβαστός, | δημαρχικῆς ἐξουσίας, | συνόδωι τῶν ἐν Περγάμωι
| νέων χαίρειν· | ἐπιγνοὺς ἔκ τε τῶν γραμμά-|των καὶ διὰ τοῦ πρεσβεύον-|τος
Κλαυδίου Κύρου τὴν χα-|ράν, ὅσης ἐφ’ ἡμεῖν ὡμολογεῖ-|τε μετειληφέναι,
ἡγούμην | σημεῖα ἀγαθῶν ἀνδρῶν | τὰ τοιαῦτα εἶναι. | εὐτυχεῖτε. | πρὸ
γ | ἰδῶν Νοεμβρ(ίων) | ἀπὸ Ἰουλιο-|πόλεως. | (vacat) | Κλαύδιος
Κῦρος ἀπέδωκα | τοῖς περὶ Οὔλπιον Ἀσκληπιά-|δην γραμματεῦσι τῶν νέων.
| (vacat) | ἐπὶ γραμματέων Μ(άρκου) ∙ Οὐλπίου | Ἀσκληπιάδου
Λουπιανοῦ, | Φλαουίου Σεκούνδου, | Ἅλυος τοῦ Ἅλυος Κελεριανοῦ. |
|