|
RESCRIPTUM
IMPERATORIS HADRIANI (?) AD PERGAMENOS DE COLLYBO Imperial rescript on the money-changers of Pergamum ( AD 117-138 ? ) |
( H. von Prott, MDAIA, 27, 1902, pp. 78 ss., n. 72 ). |
[———————————————]λ̣οῦμεν̣
τ̣ω[———] | [—————————— μετεπεμ(?)]ψάμην, βουληθεὶς μὲ[ν] φαί-|[νεσθαι
ἐπιεικὴς κατὰ τὴν ἐμαυτοῦ συν]ήθειαν, μόνα δὲ ταῦτα ἐξετάσαι | [τὰ ἐγκλήματα
τῶν ἐργαζομένων ἐπ]ὶ̣ τῆς πόλεως ἡμῶν {ὑμῶν} ἀνδρῶν, περὶ ὧν | [ὁ ἀποσταλεὶς
ὑφ’ ὑμῶν πρεσβευτὴς Κ]α̣λουίσιος Γλύκων ἐδίδαξεν ἡμᾶς. πα-|[ρεῖναι δ’
ἐκέλευσα αὐτούς, ὡς νόμιμ]ον ἦν, εἴ τι λέγειν ἐβούλοντο. οἱ οὖν τῆς
ἀ-|[μειπτικῆς ἐργασίας μισθωταὶ πο]λ<λ>ὰ παρὰ τὸ δίκαιον καὶ παρὰ
τὴν συναλλαγὴν | [πράττειν αὑτοῖς ἐ]πέτρεπον. παρὰ γὰρ τῶν ἐργαστῶν
καὶ καπήλων καὶ τῶν ὀ-|[ψαριοπωλῶν ε]ἰς τὸν
λεπτὸν ἐμπολᾶν εἰωθ̣ότων χαλκὸν δέκα ὀκτὼ
ἀσσάρια | [τὸ δη]νάρ̣[ιον] λ̣α̣μ̣βάνειν ὀφείλοντες καὶ τοῖς τὸ
δηνάριον διαλλάσσειν βου-|[λ]ομένοι[ς πρὸ]ς [δ]έ[κα] ἑπτὰ διδόναι οὐκ
ἠρκοῦντο τὴν τῶν ἀσσαρίων ἄμει-|ψιν, ἀλλ[ὰ κ]α̣ὶ ἐὰν δηναρίων ἀργυρῶν
τις ἀγοράσῃ τὸ ὀψάριον, καθ’ ἕκα-|στον δηνάριον εἰσέπρασσον ἀσσάριον
ἕν. ἔδοξεν οὖν ἡμεῖν καλῶς ἔχειν | εἰς [τ]ὸ λοιπὸν τοῦτο διορθῶσθαι,
ἵνα μὴ συμβαίνῃ τοῖς ὠνηταῖς ὑπ’ αὐτῶν | τελωνεῖσθαι, καθ’ ὧν οὐδεμίαν
αὐτοῖς ἐξουσίαν δεδόσθαι συμβέβηκεν. | ὅσα μέντοι τῶν λεπτῶν ὀψαρίων
σταθμῶι πιπρασκόμενα τιμᾶται ὑπὸ |τῶν ἀγορανόμων, τούτων, κἂν πλείονας
μνᾶς ὠνήσωνταί τινες, ἤρε-|σεν ἡμεῖν τὴν τιμὴν αὐτοὺς διδόναι πρὸς κέρμα,
ὥστε ἀπ’ αὐτῶν σώσ-|ζεσθαι τῆι πόλει τὴν ἐκ τοῦ κολλύβου πρόσοδ̣ον.
ὁμοίως καὶ ἐὰν πλείο-|νες συνθέμενοι ἀργυρῶν δηναρίων δόξωσιν ἠγορακέναι
εἶτα διαι-|ρῶνται, καὶ τούτους λεπτὸν
διδόναι χαλκὸν τῶι ὀψαριοπώληι, ἵνα ἀνα-|φέρηται
ἐπὶ τὴν τράπεζαν· διδόναι δὲ πρὸς δέκα ἑπτὰ ἀσσάρια, ἐπει-|δὴ ἡ τῆς
ἀμειπτικῆς ἐργασίας δοκεῖ μόνοις τοῖς ἐργασταῖς διαλέγεσ-|θαι. ἠ<λ>έ<γ>χθησαν
μετὰ τοῦτο καὶ ἕτερά τινα συνκεχωρηκότες ἑαυ-|τοῖς κερδῶν ὀνόματα ἀσπρατούραν
τε καὶ τὸ καλούμενων παρ’ αὐτοῖς | προσφάγιον, δι’ ὧν ἐπηρέαζον μάλιστα
τοὺς τὸν ἰχθὺν πιπράσκοντας. | καὶ ταῦτα οὖν ἐδοκιμάσαμεν διορθῶσθαι·
πλεονεκτεῖσθαι γὰρ καὶ τοὺς | ὀλίγους ὑπ’ αὐτῶν ἀνθρώπους <οὐ δίκ>αιον
ἦν, συνέβαινεν δὲ πᾶσιν αἰσθη-|τὴν γείνεσθαι τοῖς ὠνουμένοις τὴν ἄδικον
τῶν πιπρασκόντων ζη-|μίαν. ἠτιάθησαν καὶ ὡς ἐνεορτάδια παρὰ τῶν ἐργαστῶν
εἰσπράσσον-|τες, ἅπερ ἀρνουμένων αὐτῶν ἡδέως ἐπίστευον, τοῦ μὴ ὀφείλειν
| γείνεσθαι τὸ τοιοῦτο λαμβάνων καὶ τὴν παρ’ αὐτῶν συνκατάθεσιν. | μόνον
μέντοι ὡμολόγουν τῶι Ὑπερβερεταίωι μηνὶ δίδοσθαι ἑαυ-|τοῖς τὸ εἰς τὸν
Ἑρμῆ λεγόμενον ἐκ τοιαύτης ἀφορμῆς. ὅρκον ἑαυτοῖς | ἀπαιτεῖν συνκεχωρῆσγαι
παρὰ τῶν ἐνπολώντων τὸ λεπτὸν καὶ | πρὸς αὑτοὺς ἀναφερόντων περὶ τοῦ
μηδὲν αὐτοὺς παρὰ τὴν διά-|ταξιν πεποιηκέναι. τοὺς οὖν διὰ τὸ συνειδὸς
ὀμνύναι μὴ δυναμέ-|νους διδόναι τι αὐτοῖς, ὥστε μὴ τὴν τοῦ ὀμνύναι
ἀνάγκην ὑπομέ-|νειν· ὃ οὐκ
ἔδοξεν ἄλογον. ἀντομνύναι μέντοι
καὶ αὐτοὺς τοῖς ἐργ[ασ]-|ταῖς περὶ τοῦ μηδὲν
αὐτοὺς ἠδικηκέναι ἐν τῇ τοῦ ἀργυροῦ νομίσ[μα]-|τος δόσει καὶ αὐτὸ δίκαιον
ἡγησάμην. ἐλέγοντο καὶ ἐνεχυρα̣[σί]-|ας ἑαυτοῖς ποιεῖσθαι{ν} ἐπιτρέπειν
ὅλας τε τῶν ἐργαστῶν ἔσ[θ’ ὄτε] | κρατεῖν τὰς ἐμπολάς, τῆς συναλλαγ[ῆ]ς
οὐ τοῦτο συνχωρού̣[σης], | ἀλλὰ ἐπὶ τοὺς ταμίας αὐτοὺς παραγείνεσθαι
κελευούση̣[ς, ἐὰν] | αἰτιάσωνταί τινα, καὶ παρ’ ἐκείνων δημόσιον λαμβάν[ειν
δοῦ]-|λον, ἵνα νομίμως ποιῶνται τὴν ἐνεχυρασίαν, ὥστε [τὸ πρὸ τῆς] |
κρίσεως τούτωι τῶι τρόπωι ληφθὲν μένειν τοῖ̣[ς ὀφείλουσ]ι. | καὶ τοῦτο
οὖν ἔδοξεν ἡμεῖν οὕτως ὀφείλειν γείν̣[εσθαι,
καθ]ὼς πε-|ριεῖχεν ἡ ἔκδοσις, καὶ
διὰ τοῦ δημοσίου μέντοι [δούλου μὴ ἄ]με-|τρον
εἶναι τὴν ἐνεχυρασίαν, ἀλλὰ ἢ τὸ ἱκαν̣[ὸν πρὸς κρίσ]εως λ[α]μβά-|νεσθαι,
ἢ ἐὰν δοῦναί τις μὴ δύνηται τὸ
σ[υμβόλα]ιον, εἶνα̣[ι τ]ὸ ἐ-|νέχυρον ὅσου
ἂν τὸ πρᾶγμα καὶ τὸ ἐπ’ αὐτῷ [πρόσ]τ̣ι̣μον
ᾖ. [τὰς μέντ]οι κρί-|σεις
γείνεσθαι μὴ ἐπὶ τῶν
ταμιῶ̣[ν, ἀλλ]ὰ̣ ἐπὶ τῶν ἐ̣σ̣τ̣ρα̣τ̣η̣[γηκ]ότων
| ἀνδρῶν ἐξ ἀπολογῆς εὔλο[γον εἶ]ν̣α̣ι νομίζω, ἔτ̣ι δὲ το[ὺ]ς̣ μ̣ὲν
τ̣α̣-|μίας μετέχειν τῆς χρε̣[ίας κ]αθ̣ῆκον, το[ὺς] δὲ ἐσ[τρα]τ̣η̣[γηκ]ότας
| καὶ ἐμπείρους εἶνα̣[ι καὶ αὐτο(?)]ὺς τῶν πραγ̣μ̣άτ[ω]ν [κα]ὶ̣ μ̣ε[. . . .]μ̣ον-|τας
τὸ τῆς περ̣[. . . . . . . . . . . . .]
ο̣ὐσίας αὐτοὺς ἀπο[στ]ε̣[ρε]ῖν δυνάμε-|νον, τὸν δὲ̣ [. . . . . . . . . . . . . . . . .]ε[.]κεν̣
καὶ οἷς ἂν ἄλλ[οις(?)] τελώναις | ἐφε̣[δρ—————— ——— ποιε]ῖσθαι αὐτοὺς
τὴν ἐνεχυρασίαν κα̣[ὶ] | [————————————] τ̣αῖς ἀγοραίοις πιπρασκομένων
ι̣[. .] | [——————————————]ως δίδ̣οσθαι τέλος, ἀλλ’ ἐὰν λ̣[. . .]
| [————— ———————————]να[.]ερεινε̣[. .]ι̣τη[———] | ——— |
|