RESCRIPTUM ( IUSTINIANI ? ) AD DUCIS THEBAIDIS
   
Addressed to the dux of the Thebaid on the subject of Dioscoros
  
( AD 551 ? )
 

    
P. Cair. Masp. I, 67026 = P. Cair. Masp. I,  67027 ( Duke Data Bank of Documentary Papyri ).
 

 
[] Διόσκορος προσῆλθ[εν ἡμῖ]ν, τὴν μητέρα λέγων τὴν οἰκείαν, | ἀδιανεμήτων ὄ̣[ντω]ν μεταξ[ὺ] αὐτῆ̣ς̣   τε   καὶ   Ἀπολλῶ   τοῦ   αὐτῆς | ἀδελφοῦ   τῶν   ἐκ   τῶν   γονέων   αὐτοῖς   καταλελε̣ι̣μ̣μένων π̣ραγμάτω(ν),   |   κ̣α̣τ̣α̣λ̣ῦ̣σ̣α̣ι   τ̣ὸ̣ν̣   β̣ίο̣ν̣   ἐπὶ   π̣α̣ι̣σὶν̣ τ̣ῷ ἱ̣κέτ̣[ῃ καὶ τ]ῇ αὐτοῦ ἀδελφῇ ἐπὶ νέας | ἔτι τυγχάνουσιν ἡλικίας, ὑπὸ τὴν τοῦ εἰρημένου θείου φροντίδα | καταλι̣π̣οῦσαν τὸν ἱ̣κέτην καὶ τὴν ἀδελφὴν   τὴν   αὐτοῦ·   νῦν   δὲ | τελευτήσαντος   το̣ῦ̣   προει̣ρ̣η̣μένου   Ἀπολλῶ̣,   το̣ὺ̣ς̣   Ἰουλιανῷ τῷ ἐνδοξ(οτάτῳ) | προσ̣ή̣κ̣[ον]τα̣ς̣ ἐπελθεῖν καὶ ἀφελέσθ̣α̣ι̣ πᾶσαν τὴν ὑπ᾽ ἐκείνου | κ[ατα]λ̣ειφθεῖσαν περιουσίαν, φάσκοντας τὸν προειρημένον Ἀπολλῶ | ὑπεύθυνον αὐτοῖς τελευτῆσαι· καίτοι τῶν μητρῴων τῶν δεομένων | πραγμάτων ἐν αὐτῇ τυγχανόντων, καὶ τοῖς ἐκείνου χρέεσιν οὐκ ὑποκειμέν\ων/. | ᾔτησέν   τε   τῆς   ἐξ   ἡμῶν   εἰς   τοῦτο   βοηθείας   τυχεῖν. θεσπίζομεν τοίνυν | τὴν ἐνδοξ(ότητα) τὴν σὴν μέρος ἑκάτερον ἀγαγεῖν, καὶ ἐξετάσαι τὰ παρὰ τοῦ | ἱκέτου λεγόμενα, \καὶ/ κατὰ τοὺς νόμους αὐτῷ τε καὶ τῇ αὐτοῦ ἀδελφῇ | τὴν τῶν μητρῴων αὐτῶν πραγμάτων ἀποσῶσαι δεσποτείαν, κατὰ̣ τὴν | ἁρμόσασαν ἐκείνῃ μοῖραν τῆς τῶν γονέων περιουσίας, μετὰ πάσης | νομίμου ἐπαυξήσεως, καὶ μὴ συγχωρῆσαι τοῖς ὑπεύθυνον λέγουσιν | ἔχειν τὴν περιουσίαν τοῦ τῶν ἱκετῶν θείου, συναναλαμβάνειν καὶ | τὰ ἐκ τῆς μητρὸς τοῖς ἱκέταις ἁρμόσαντα πράγματα, καὶ ἂν γὰρ ε̣ἰ̣ μεταξὺ | αὐτῶν οὐδαμῶς νεμήσεις γεγόνασιν· ἀλλ᾽ οὖν οὐ παρὰ τοῦτο τὸ μέρος | τοὺς ἡμῶν δεηθέντας ἀδικεῖσθαι καθ᾽ οἷον οὖν βουλόμεθα τρόπον, | ταῦτα δὲ πρὸς πέρας ἄξει τρόποις ἅπασιν ἥ τε σὴ ἐνδοξότης καὶ οἱ μετ᾽ αὐτῇ | τῆς α̣ὐ̣τῆς ἀρχῆς ἀνθεξόμενοι, καὶ ἡ πειθομένη ὑμ[ῖ]ν τάξις, ποινῆ̣ς̣ τ̣ρ̣ιῶν̣ | χρυσοῦ λιτρῶν ἐπικειμένη̣ς κατὰ τῶν ταῦτα \παραβαίνειν/ τολμώντων ἢ παραβ̣α̣ι̣νέσθαι | συγχωρούντων.
 

 

►  Bibliography
 
 

Maspero, Catalogue général des antiquités égyptiennes du Musée du Caire : Papyrus grecs d'époque byzantine, I, Cairo, 1911, n. 67026 ; Bell, The Journal of Hellenic Studies, 64, 1944, pp. 21-36 ; MacCoull, Dioscorus of Aphrodito : His Work and His World, Berkeley-Los Angeles-Oxford, 1989, p. 11 ; Feissel & Gascou, La pétition à Byzance, Paris, 2004, pp. 75-92.

 
►  Source : Papyrus from Aphrodite dated about AD 551.