RESCRIPTUM
( IUSTINIANI ? ) AD DUCIS THEBAIDIS Rescript ordering the duke of the Thebaid to undertake an official inquiry ( AD 551 ? ) |
P. Cair. Masp. I, 67024 r = Sel. Pap. II, 218 ( Duke Data Bank of Documentary Papyri ). |
[προ]σελ̣θὼν
ἡμῖν ἐδίδα[ξεν] \ἡ̣μ̣ῖν/ ὁρμᾶσθαι μὲν ἐκ τῆσδε | [τῆ]ς κώμης τῆς Θηβαίων
χώρα[ς], διδάσκων τὸν πατέρα δ[ὲ] | [τὸ]ν οἰκ[εῖον ][τὸ]ν ἐν αὐτῇ κε[κτημ]ένον
πρῶτον γενόμενο[ν], | [καὶ] τὰς ὑπὲρ τοῦ πα̣ν̣τὸς χωρίο(υ) συ̣ν̣τελείας
ἀναλεγόμενον, | [ἐπὶ] τ[οὺς] τῆς ἐπιχωρίο(υ) τάξεως ταύτας κατατιθέναι·
ἐπειδὴ δὲ | παρὰ τῶν κατὰ καιρὸν ἀρχόντων ο(ὐ) τὰς τυχο(ύ)σας ἀδικίας
| ὑπέμεινον, τῷ θείῳ \ἡμῶν/ οἴκῳ σφᾶς αὐτοὺς ἐπιδοῦναι καὶ ὑπὸ \τὴν/
προσ-|τασίαν αὐτοῦ γενέσθαι \τὴν αὐτο(ῦ)/, Θεοδόσιον δὲ τὸν μεγαλοπρε(πέστατον),
τῆς ἀπο(υ)σίας | δραξάμενον το(ῦ) πατρὸς τοῦ δεομένου, τοὺς μὲν τῆς
κώμης | ἀναλέξασθαι φόρους, οὐδὲν δὲ καταθεῖναι παντελῶς | [ἐπ]ὶ̣ τὸν
δημόσιον λόγον, ὥστε τοὺς τῆς ἐπιχωρίο(υ) τάξεω\ς/ | π̣ά̣λ̣ιν ἐκ δευτέρου
τοὺς ἱ̣κέτας τὰς ἐπικείμενας αὐτοῖ\ς/ | συντελείας εἰσπρᾶξαι· περί τε
το(ύ)το(υ) θείας ἡμῶν ἤδη | πορίσασθαι συλλαβὰς πρὸς τὴν σὴν ἐνδοξ(ό)τ(ητα)
γεγραμμένας, | ἀλλὰ τὴν ἐκείνο(υ) περιδρομὴν πλέον τῶν ἡμετέρων | ἰσχῦσαι
κελεύσεων, ὥστε τῷ δεομένῳ δευτέρας ἀφορμῆς | ὅδου καὶ μείζονος καταστῆναι
τὸ πρᾶγμα τριβ̣ῆς. θεσπίζο\μεν/ | τοίνυν τὴν ἐνδοξ(ότητα) τὴν σὴν νῦν
γοῦν ταῖς δεδομέναις | περὶ το(ύ)το(υ) τῷ ἱκέτῃ θείαις συλλαβαῖς πέρας
ἐπιθεῖναι τὸ | προσῆκον, καὶ μὴ χρόνους ἐκ χρόνων αὐτὸν ἤτοι τὴν | κατ᾽
αὐτὸν κώμην τῶν ἐποφειλομένων αὐτοῖς ἀπο-|στερεῖσθαι, ὡς μὴ κατὰ τὴν
πρόφασιν ταύτην ἀτονίαν | αὐτοῖς ὀλίγον ὕστερον περὶ τὴν τῶν δημοσίων
φόρων | γενέσθαι καταβολήν. ἐπειδὴ δέ φησίν τινας \τῶν/ κατὰ ταύτην
| [κεκτημ]ένων τὴν κώμην πράγματα τοῦ δεομένου καὶ τῶν | ἀδελφῶν τῶν
αὐτο(ῦ) παρὰ τὸν τοῦ [δικα]ίου λ̣[ό]γ̣ο̣ν̣ ἀφέλεσθ[αι]· | [[ἀφορμὴ τῆς
το(ῦ) εἰρημέ(νου) δημοσίο(υ) δε̣υ̣τ̣έρας]] {\εἰσπράξεως/} θεσπίζομεν
τὴν ἐνδοξ(ότητα) τὴν σὴν | [καὶ τὰ περὶ] το(ύ)το(υ)[ς] σκοπο̣ῦ̣σ̣αν
ε̣ἰ̣ οὕτως ἔχοντα εὕροις, | τὸ ἱκανὸν τῷ τε δεομένῳ καὶ τοῖς ἀδελφοῖς
τοῖς α̣ὐ̣τ̣ο̣(ῦ) [κατὰ τὸν] | νόμον γενέσθαι παρασκευάσαι. πρὸς τούτοις
ἐδίδαξαν ἡμᾶς | Ἰ̣ο̣υ̣λιανόν, παγάρχην τῆς Ἀνταιοπολιτῶν, βουληθῆναι
τὴν κατ᾽ αὐτο(ὺ)ς | κώμην ὑπὸ τὴν οἰκείαν παγαρχίαν ποιήσασθαι, καὶ
ταῦτα μηδέ-|ποτε τελεσάντων ὑπὸ παγαρχίαν αὐτῶν, ἀλλὰ κατὰ τὸ τῶν |
αὐτοπράκτων σχῆμα δι᾽ ἑαυ\τῶν/ τοὺς δημοσίους φόρους ἐπὶ [[το(ὺ)ς̣]]
| τὴν ἐπιχώριον τάξιν κατατιθέντων. ἐπειδὴ δὲ οὐκ ἠνέσχο[ν] | τὸ τούτου
τοῦ μέρους ἐπελθεῖν αὐτοῖς καὶ πραγμάτων ἁρπαγ̣ὴ̣ν̣ | ἁμαρτῆσαι, \α/
καὶ τοσαύτην ἁπλῶς τὴν ἀτοπίαν γενέσθαι τὴν | αὐτο(ῦ) \αὐτοῖς τε καὶ
τῇ α̣(ὐ)τ̣[ῶν κώμῃ]/ ὥστε καὶ ὑπὸ τὴν παγαρχίαν ποιήσασθαι, πρᾶγμα πάσης̣
| ἀτοπίας ἐπέκεινα, \α/ θεσπίζομεν τοίνυν τὴν ἐνδοξ(ότητα) τὴν σὴν |
ἐξετάσαι τὰ περὶ τούτου \α/ μεθ᾽ ὅσης νόμος ἀκριβείας προστάττει, |
καὶ εἰ ταῖς \α/ ἀληθείαις μηδέποτε τοὺς τὴν αὐτὴν κώμην οἰκοῦντ[ας]
| ὑπὸ παγαρχίαν τελέσαντας εὕροις, \α/ ἀποστῆσαι μὲν τὸν προειρημ̣(ένον)
| vac. τῆς πρὸς αὐτοὺς μετουσίας, \α/ θεραπεῦσαι δὲ παρα-|σκευάσαι
τοῖς δεομένοις τὰς ἀπενηνεγμένας(?) παρ᾽ α̣ὐ̣τ[οῦ] | βλάβας αὐτοῖς καθὰ
τοῖς περὶ τούτου νόμοις δοκεῖ. ἀξεῖ [δὲ] | καὶ τοὺς ἄλλους ἡ σὴ ἐνδοξ(ότης)
ὅσοι \τῆς \τε/ σῆς τάξεως καὶ παγανῶ̣ν̣/ τοῖς δεομένοις ἐπί τ̣[ε] |
χρήμασιν καὶ ἐγκλήμασιν ὑπεύθυνοι φανεῖεν | τυγχάνειν· καὶ τὰ τ᾽ ἐς
χρήματα βλέποντα θεραπεῦσαι τοῖς | δεομένοις κατὰ τὸν νόμον, ὑπέρ τε
τῶν ἐγκλημάτων | νομίμοις ποιναῖς ὑποθεῖναι φροντι<σ>είη τοὺς
μὲν ταῦτα | ἡμαρτηκότας, ὥστε τὸ ἱκανὸν ἐφ᾽ ἑκατέρῳ, τοῖς τε δεομένοις
| καὶ τῷ νόμῳ, γενέσθαι .
τῶν κατὰ συναρπαγὴν οἷον εἶκος συλλαβὼν | ποριζομένων παρὰ τὰ παρ᾽ ἡμῶν
νῦν θεσπισθέντα, θεσπίζομεν ο(ὐ)δεμίαν | δυναμένων ἔχειν ἴσχυν, παρασκευάσεις
τὰ εἰς χρήματα βλέποντα, ὑπὲρ δέ γε τῶν ἐγκλημάτων, νομίμοις τοὺς ἡμαρτηκότας
ὑποθήσεις ποιναῖς, ὥστε τὸ ἱκανὸν ἐφ᾽ ἑκατέρῳ, τῷ τε δεομένῳ καὶ τῷ
νόμῳ γενέσθαι τα[ῦ]τ̣α̣ .... | vac. |
► Bibliography |
► Source : Papyrus from Aphrodite dated about AD 551. |