|
EPISTULA
IMPERATORIS ANTONINI PII AD EPHESIOS Letter of Antoninus Pius to Ephesus concerning building activities ( AD 145 ) |
( C. Börker & R. Merkelbach, Die Inschriften von Ephesos, V, Bonn, 1980, n. 1491 ). |
[Αὐτοκράτω]ρ
Καῖσ[α]ρ θε[οῦ Ἁδ]ρι[ανο]ῦ | [υἱὸς, θεοῦ Τραι]ανο[ῦ Παρθ]ικο[ῦ υἱω]νός,
| [θεοῦ Νέρουα ἔ]κγον[ος Τίτος]
Αἴλιο[ς Ἁδρι]ανὸς | [Ἀντωνεῖνος
Σεβα]στό[ς, ἀρχιερεὺ]ς μ[έγιστος, δη]μαρ-|[χι]κ[ῆς ἐξουσίας] τὸ ηʹ,
α[ὐτοκράτωρ τ]ὸ βʹ, ὕπατος τ̣[ὸ δʹ, πα]-|τὴρ π[ατρίδος Ἐφεσ]ί̣ων τοῖς
[ἄρ]χουσι καὶ τ̣[ῇ] βουλῇ καὶ | [τῶι δήμωι χ]αίρε[ιν· τ]ὴν φιλοτιμίαν
ἣν φιλοτιμε[ῖται] | [πρὸς ὑμ]ᾶς Ο[ὐήδιο]ς̣ Ἀντωνεῖνος ἔμαθον οὐχ οὕτω[ς]
ἐ̣κ | τῶν ὑμετέρω[ν γραμ]μάτων ὡς ἐκ τῶν [ἐκ]είνου· βουλόμε-|νος γὰρ
παρ’ ἐμοῦ τυχεῖν βοηθείας [εἰς τὸ]ν κόσμον τῶν | ἔργων ὧν ὑμεῖν ἐπηνγείλατο
ἐδήλ[ωσεν ὅσα κ]α̣ὶ ἡλίκα οἰ-|κοδομήματα προστίθησιν τῇ πόλ[ει· ἀλλ’
ὑμ]εῖς οὐ̣[κ] ὀρ-|θῶς ἀποδέχεσθε αὐτόν· κἀγὼ καὶ συ[νεχώρησα
α]ὐτῷ [. . .]ς̣ | ἃ ᾐτήσατ[ο] καὶ ἀπεδεξάμην ὅτι [οὐ] τὸν
π̣[ολλῶν τῶ]ν πο-|λειτευομένων τρόπον, οἳ τοῦ [παρ]αχρῆμ̣[α εὐδοκιμ]εῖν?
χά-|[ρ]ιν εἰς θέα[ς κ]αὶ διανομὰς καὶ τὰ τῶ[ν ἀγώνων θέματα? δαπαν]ῶ[σιν?]
| [τὴ]ν φι[λοτιμ]ίαν, ἀλλὰ δι’ οὗ πρὸς τὸ [μέλλον ἐλπίζει?
σ]εμνο-|[τέραν ποιή]σειν τὴν πόλιν
προῄρη̣[ται. τὰ γράμματα ἔπε]μψεν | [Κλ(αύδιος)
Ἰου]λιανὸς ὁ κράτιστος ἀνθύ[πατος. εὐτυχεῖτ]ε. |
|