|
EPISTULA
IMPERATORIS ANTONINI PII AD EPHESIOS Letter of Antoninus Pius to Ephesus concerning titles of Ephesus, Pergamon and Smyrna ( AD 140-144 ) |
( C. Börker & R. Merkelbach, Die Inschriften von Ephesos, V, Bonn, 1980, n. 1489 ). |
Αὐτοκράτωρ
Κα[ῖσαρ θεοῦ Ἁδ]ριανοῦ |
υἱός, θεοῦ Τραιαν[οῦ Παρθικοῦ υἱων]ός, | θεοῦ Νέρουα ἔκγον[ος
Τίτος Αἴλιος Ἁδρι]ανὸς | Ἀντωνεῖνος Σεβασ[τός, ἀρχιερεὺς μέ]γιστος,
| δημαρχικῆς ἐξουσία[ς τὸ —ʹ, αὐτοκράτωρ τὸ βʹ,] ὕπατος | τὸ γʹ, πατὴρ
πατρίδος Ἐφε[σίων τ]οῖς [ἄρχουσι καὶ τῆι] βουλῆι καὶ τ[ῶι δ]ή̣μωι χαίρ[ειν]
| Περγαμηνο[ὺς ἀ]πε[δε]ξάμην ἐν τοῖς πρ̣[ὸς | ὑμᾶς γ]ράμμασιν | χρησαμένο[υς
το]ῖς ὀνόμ[α]σιν οἷς ἐγὼ χρῆσθαι τὴν πόλιν | τὴν ὑμετέραν̣ [ἀπ]εφ[η]νάμην·
οἶμαι δὲ καὶ Σμυρναίους κατὰ | τύχην παραλ[ελ]οιπέναι ταῦτα ἐν τῷ περὶ
τῆς συνθυσίας | ψηφίσματι, τοῦ λοιποῦ δὲ ἑκόντας εὐγνωμονήσειν, ἐὰν
| καὶ ὑμεῖς ἐν τοῖς πρὸς αὐτοὺς γράμμασιν ὅν προσήκει | τρόπον καὶ κέκριται
τῆς πόλεως αὐτῶν φαίνη[σθ]ε μεμνη-|[μ]ένοι. τὸ ψήφισμα ἔπεμψεν Σουλπίκιος
Ἰουλιανὸς ὁ ἐπ[ίτ]ροπός μου. | εὐτυχεῖτε. | [τὸ] δὲ ψήφισμα ἐποίησεν
γραμματεύων Πό(πλιος) Οὐήδιος Ἀντω[νε]ῖνος |
|