|
PRIVILEGIA
CONCESSA DIANAE EPHESIAE AB IMPERATORE HADRIANO Hadrian grants the right of receiving inheritances in the name of the divinity ( AD 129 ) |
( C. Börker & R. Merkelbach, Die Inschriften von Ephesos, II, Bonn, 1979, n. 274 ). |
Αὐτοκράτορα
Καίσαρα θεοῦ | Τραιανοῦ Παρθικοῦ υἱόν, θεοῦ | Νέρουα υἱωνόν, Τραιανὸν
Ἁδριανὸν | Σεβαστὸν καὶ Ὀλύμπιον, δημαρ-|χικῆς ἐξουσίας τὸ <ι>γʹ,
ὕπατον | τὸ γʹ, πατέρα πατρίδος | ἡ βουλὴ καὶ ὁ δῆμος ὁ Ἐφεσίων | τὸν
ἴδιον κτίστην καὶ σωτῆρα διὰ | τὰς ἀνυπερβλήτους δωρεὰς Ἀρτέ-|μιδι,
διδόντα τῇ θεῷ τῶν κληρο-|νομιῶν
καὶ βεβληκότων τὰ δίκαια
| καὶ τοὺς νόμους αὐτῆς, σειτοπομπή[ας
δὲ] | ἀπ’ Αἰγύπτου παρέχοντα καὶ τοὺς λιμένας | πο[ιήσαν]τα πλωτούς,
ἀποστρέψαντά τε | καὶ τὸν βλά[πτοντα τοὺς] λιμένας ποταμὸν | Κάϋστρον
διὰ τὸ [—] |
|