|
EPISTULA
IMPERATORIS HADRIANI AD EPHESIOS Letter of Hadrian concerning a provincial election ( AD 128-129 ) |
( C. Börker & R. Merkelbach, Die Inschriften von Ephesos, V, Bonn, 1980, n. 1487 ). |
Αὐ[το]κράτωρ
Καῖσαρ θεοῦ Τ[ραιανοῦ] | Παρθ[ι]κοῦ ὑιός, θεοῦ Νέρ[ο]υ̣α̣ υ̣[ἱ]ων[ός,]
| Τραια[ν]ὸς Ἁδριαν[ὸ]ς Σεβασ[τός, ἀρ]χιερεὺ[ς] |
μέγισ[το]ς, δημαρχ[ικῆ]ς ἐξουσί[ας το ι]γʹ,
ὕπατος τὸ γʹ, | πατὴ[ρ πατ]ρίδος Ἐφ[εσί]ων
τοῖς ἄ[ρ]χουσ[ι καὶ τῆι β]ουλῆι χαίρειν.
| Λ(ούκιος) Ἔ[ρ]αστος καὶ πολε̣[ί]της ὑ[μ]ῶν ε̣ῖναί φ[ησιν,
κ]αὶ πολλ[ὰ ἔτη] | πλῖ καὶ τ[ὴ]ν θάλασ[σαν, καὶ ὅσα ἀπὸ τούτ̣[ου δυν]ατὸς
[ἦν] | χρήσιμ[ο]ς γενέσ[θαι
τῇ πατρ]ίδι, καὶ τοῦ
ἔθν[ους] τ̣ο̣[ὺς] ἡγε-|μόνας ἀεὶ δι[α]κ̣ομ[ίζειν·]
ἐ̣[μ]οὶ δὲ δ[ὶς] ἤδη συ̣[νέπλευ]σεν, |
τὸ μὲν πρῶτον εἰς Ῥόδον ἀπὸ τῆς Ἐ[φέ]σου
κο[μιζ]ομέ[νῳ,] | νῦν δὲ ἀπ’ Ἐλευσεῖνος πρὸς ὑμᾶς ἀφικ[ν]ουμέν[ῳ· εὔ]χετα[ι]
| δὲ βουλευτὴς γενέσθαι· κἀγὼ τὴν̣ μὲν [δοκι]μασία[ν ἐ]φ’ ὑμεῖν | ποιοῦμαι·
εἰ δὲ μηδὲν ἐνποδὼν [εἴη αὐτῷ, ἀλλὰ δόξαι τῆς τει]μῆς
ἄξ[ι]ος, | τὸ ἀργύριον ὅσον διδόασιν
οἱ βουλεύοντες [δώσω τῆς ἀρχαι]ρεσίας [ἕ]νεκα. | εὐτυχεῖτε. |
|