|
TRES
EPISTULAE ANTONINI PII AD CORONENSES ET THISBENSES Letters of Antoninus Pius concerning encroachments on the territory of Coronea ( AD 140-155 ) |
( W. Dittenberger, Inscriptiones Graecae, VII, Berlin, 1892, n. 2870 ). |
|
(I) |
[——————————————————————————————————
δί]-|καιον, ὁπότε ὑμεῖς οὐκ [ἐ]πείθεσθε
τοῖς κριθεῖσιν, ἀλλὰ εἰσῄειτε εἰς τὴν ἐκείνων χώραν̣, | κἀκείνους ἰς
τὸ μὴ περ[ι]ορᾶν ὑμᾶς νέμοντας τρέπεσθαι. πόσον δέ ἐστιν τὸ ὀφειλόμε̣-|νον
τέλος ἢ τίνα εἰσὶν ἃ κατεσχήκασιν ὑμῶν Κορωνεῖς ἐνέχυρα, Ἀριστώνυμος
| ὁ αὐτὸς κρινεῖ. εὐτυχεῖτε. |
(II) |
Αὐτοκράτωρ
Καῖσαρ, θεοῦ Ἁδριανοῦ υἱός, θεοῦ Τραϊανοῦ Παρθι-|κοῦ υἱωνός, θεοῦ Νέρουα
ἔκγονος, Τίτος Αἴλιος Ἁδριανὸς Ἀντωνεῖνος Σεβαστός, ἀρχιερεὺς μέγιστος,
| δημαρχικῆς ἐξουσίας τὸ γ, ὕπατος γ, πατὴρ πατρίδος, Κορωνέων τοῖς
ἄρχουσι καὶ τῇ βουλῇ καὶ τῷ δή-|μῳ χαίρειν· καὶ τοῦ θεοῦ πατρός μου
δικαίως μεμνημένοι καὶ τῆς ἐμῆς ἀρχῆς κατὰ τὸ προσῆκον | ἐπῃσθημένοι
καὶ ὑπὲρ τοῦ υἱοῦ μου προθύμως συνηδόμενοι πρέποντα Ἕλλησιν ἀνθρώποις
ποιεῖ-|τε. ἐπρέσβευεν Δημήτριος Διονυσίου, ᾧ τὸ ἐφόδιον δοθήτω, εἰ μὴ
προῖκα ὑπέσχετο· εὐτυχεῖτε. | |
(III) |
Αὐτοκράτωρ
Καῖσαρ, θεοῦ Ἁδ[ρι]ανοῦ υἱός, θεοῦ Τραϊανοῦ Παρθικοῦ υἱωνός, θεοῦ Νέρουα
ἔκγονος, Τί-|τος Αἴλιος Ἁδριανὸς Ἀντωνε̣[ῖ]νος Σεβαστός, ἀρχιερεὺς μέγιστος,
δημαρχικῆς ἐξουσίας τὸ ιη, αὐτο-|κράτωρ τὸ β, ὕπατος τὸ δ, πατὴρ πατρίδος,
Κορωνέων τοῖς ἄρχουσι καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ χαί-|ρειν· τῆς
ἀποφάσεως ἣν ἐ[π]οιησάμην μεταξὺ ὑμῶν καὶ Θισβέων ἀντίγραφον ὑμεῖν
ἔπενψα, ἐ-|πέστειλα δὲ καὶ Μεστρίῳ Ἀρισ[τ]ωνύμῳ ἀπομετρῆσαι τὰ πλέθρα
Θισβεῦσιν, ἃ προσέταξεν αὐτοῖς ὁ | θεὸς πατήρ μου παραδοθῆ[ναι], τῆς
δὲ ἔξωθεν χώρας εἴ τινα Θισβεῖς ἐπινέμοιεν πείθοντες ὑμᾶς, | δώσουσι
μὲν νόμιον τέλο̣[ς, ἂ]ν̣ δὲ καὶ ἀποδῶσιν, ὅσον ἂν ὑπὲρ τοῦ χρόνου τοῦ
παρελθόντος ὀφ[εί]-|λειν αὐτοὺς κριθῇ,
δηλονότ̣[ι] ὑμεῖς τὰ ἐνέχυρα αὐτοῖς
ἀποδώσετε. ἐπρέσβευον Αἴλιος Γλύκω[ν] | καὶ Διονύσιος Διονυσοδώρου,
ο̣[ἷς τὸ] ἐφόδιον δοθήτω, εἰ μὴ προῖκα ὑπέσχηνται. εὐτυχεῖτε. |
|