Josephus,
Ant. Iud., XX, 1, 2 ( Reinach, Paris, 1900 ).
|
<11> « Κλαύδιος
Καῖσαρ Γερμανικὸς δημαρχικῆς ἐξουσίας τὸ πέμπτον ὕπατος ἀποδεδειγμένος
τὸ τέταρτον αὐτοκράτωρ τὸ δέκατον πατὴρ πατρίδος Ἱεροσολυμιτῶν ἄρχουσι
βουλῇ δήμῳ Ἰουδαίων παντὶ ἔθνει χαίρειν. <12> Ἀγρίππα
τοῦ ἐμοῦ, ὃν ἐγὼ ἔθρεψα καὶ ἔχω σὺν ἐμαυτῷ εὐσεβέστατον ὄντα, προσαγαγόντος
μοι τοὺς ὑμετέρους πρέσβεις εὐχαριστοῦντας ἐφ' ᾗ πεποίημαι τοῦ ἔθνους
ὑμῶν κηδεμονίᾳ, καὶ αἰτησαμένων σπουδαίως καὶ φιλοτίμως τὴν ἱερὰν ἐσθῆτα
καὶ τὸν στέφανον ὑπὸ τὴν ἐξουσίαν ὑμῶν εἶναι, συγχωρῶ καθὼς ὁ κράτιστος
καί μοι τιμιώτατος Οὐιτέλλιος ἐποίησεν. <13> Συγκατεθέμην
δὲ τῇ γνώμῃ ταύτῃ πρῶτον διὰ τὸ ἐμαυτοῦ εὐσεβὲς καὶ τὸ βούλεσθαι ἑκάστους
κατὰ τὰ πάτρια θρησκεύειν, ἔπειτα δὲ εἰδώς, ὅτι καὶ αὐτῷ βασιλεῖ Ἡρώδῃ
καὶ Ἀριστοβούλῳ τῷ νεωτέρῳ, ὧν τὴν πρὸς ἐμαυτὸν εὐσέβειαν καὶ τὴν περὶ
ὑμᾶς γινώσκω σπουδήν Ταῦτα ποιήσας, πρὸς οὓς ἔστι μοι πλεῖστα δίκαια
φιλίας κρατίστους ὄντας κἀμοὶ τιμίους. <14> Ἔγραψα
δὲ περὶ τούτων καὶ Κουσπίῳ Φάδῳ τῷ 'μῷ ἐπιτρόπῳ. Οἱ τὰ γράμματα κομίζοντες
Κορνήλιος Κέρωνος Τρύφων Θευδίωνος Δωρόθεος Ναθαναήλου Ἰωάννης Ἰωάννου.
Ἐγράφη πρὸ τεσσάρων καλανδῶν ἐπὶ ὑπάτων Ῥούφου καὶ Πομπηίου Σιλουανοῦ. » |