EPISTULA
CLAUDII AD ALEXANDRINOS Letter of Claudius on recent anti-Jewish disturbances in Alexandria ( November 10, AD 41 ) |
P. Lond. VI, 1912 = C. Pap. Jud. II, 153 = Sel. Pap. II, 212 ( DDBDP ). |
Col. II. |
Τιβέριος
Κλαύδιος Καῖσαρ Σεβαστὸς Γερμανικὸς Αὐτοκράτωρ ἀρχιερεὺς | μέγιστος
δημαρχικῆς ἐξουσίας ὕπατος ἀποδεδειγμένος Ἀλεξανδρέων | τῇ πόλει χαίρειν.
Τιβέριος Κλαύδιος Βάρβιλλος, Ἀπολλώνις Ἀρτεμιδώρου, | Χαιρήμων Λεονίδου,
Μᾶρκος Ἰούλιος Ἀσκληπιάδης, Γάιος Ἰούλιος Διονύσιο(ς), | Τιβέριος Κλαύδιος
Φανίας, Πασίων Ποτάμωνος, ΔιονύσιοςΣ̣αββ̣ί̣ωνος | Τιβέριος Κλαύδις Ἀπολλώνις
Ἀρίστονος, Γάιος Ἰούλιος Ἀπολλ̣ώνιος, Ἑρμαίσκος | Ἀπολλωνίου, οἱ πρέσβεις
ὑμῶν, ἀναδόντες μοι τὸ ψήφισμα πολλὰ περὶ | τῆς πόλεως διεξῆλθον, ὑπαγόμενοί
μοι δῆλον πρὸς τὴν ε̣ἰς ὑμᾶς | εὔνοιαν ἣν ἐκ πολλῶν χρόνων, εὖ ἴστε,
παρ᾽ ἐμοὶ τεταμιευμένη̣ν̣ ε̣ ̣ | εἴχετε, φύσει μὲν εὐσεβεῖς περὶ τοὺς
Σεβαστοὺς ὑπάρχοντες, ὡς | ἐκ πολλῶν μοι γέγονε γνώριμον, ἐξαιρέτως
δὲ περὶ τὸν ἐμὸν | οἶκον καὶ σπουδάσαντες καὶ σπουδασθέντες, ὧν ἵνα
τὸ τελευ-|ταῖον εἴπω παρεὶς τὰ ἄλλα μέγιστός ἐστιν μάρτυς ὁ ἐμὸς ἀδελφὸς
| Γερμανικὸς Καῖσ̣α̣ρ γνησιωτέραις ὑμᾶς φωναῖς προσαγορεύσας· | διόπερ
ἡδέως προσεδεξάμην τὰς δοθείσας ὑφ᾽ ὑμῶν μοι τιμὰς | καίπερ οὐκ ὢν πρὸς
τὰ τοιαῦτα {ρ} ῥᾴδιος. καὶ πρῶτα μὲν Σεβαστὴν | ὑμῖν ἄγειν ἐπιτρέπω
τὴν ἐμὴν γενεθλίαν ὃν τρόπον αὐτοὶ προ-|είρησθε, τὰς δὲ ἑκασταχοῦ τῶν
ἀνδριάντων ἀναστάσεις | ἐμοῦ τε καὶ τοῦ γένους μου ποιήσασθαι συγχωρῶ·
ἐγὼ ὁρῶ γὰρ | <ὅτι> πάντῃ μνημεῖα τῆς ὑμετέρας εὐσεβείας εἰ̣ς̣
τ̣ὸ̣ν ἐμὸν οἶκον | ἱδρύσασθαι <ἐ>σπουδάσατε. τῶν δὲ̣ δυο̣ῖ̣ν χρυ[σῶ]ν
ἀνδρ̣ι̣ά̣ν̣των | ὁ μὲν Κλαυδιαν̣ῆ̣ς Εἰρήνης Σεβασ̣τῆς γεν̣ό̣[με]ν̣ο̣ς
ὥ̣σ̣περ ὑπέθετο | καὶ προσελιπάρησεν \ὁ/ ἐμοὶ τιμ[ι]ώτ̣α̣τ̣ο̣ς̣ Βάρβιλ̣λ̣ο̣ς
ἀρνουμένου | μου διὰ τὸ φορτικώτερος δ[οκ]ε̣ῖ[ν], ἐπὶ Ῥώ̣μ̣η̣ς ἀνατεθήσεται,
| |
Col. III. |
ὁ
δὲ ἕτερος ὃν τρόπον ὑμεῖς ἀξιοῦτε πομπεύσει ταῖς ἐπωνύμοις | ἡμέραις
παρ᾽ ὑμῖν· συμπομπευέτω δὲ [[και αυ]] αὐτῶι
καὶ δίφρος | ᾧ βούλεσθε κόσμωι
ἠσκημένος. εὐῆθες δ᾽ ἴσως τοσαύτας | προσ[ι]έμενον τιμάς
ἀρνήσασθαι φυλὴν Κλαυδιανὴν καταδεῖξαι | ἄλση ((high-punctus
)) δὲ κατὰ νομὸν παρεῖναι τῆς Αἰγύπ<τ>ου· διόπερ καὶ ταῦτά [[ημι̣ν̣]]
| θ᾽ ὑμῖν ἐπιτρέπω εἰ̣ δ̣ὲ̣ βούλεσθε καὶ Οὐιτρασίου Πωλλίωνος | τοῦ
ἐμοῦ ἐπιτρόπου τοὺς ἐφίππους ἀνδριάντας ἀναστήσατε. τῶν δὲ | τετραπώλων
ἀναστάσε̣[ι]ς <ἃς περὶ τὰς εἰσ>βολὰς τῆς χώρας ἀφιδρῦσαί μοι βούλεσθε
| συγχωρῶ τὸ μὲν περ̣ὶ̣ τὴν Ταπόσιριν καλουμένην τῆς Λιβύης | τὸ δὲ
περὶ Φάρον τῆς Ἀλεξανδ̣ρε̣ίας τρίτον δὲ περὶ Πηλούσιον | τῆς Αἰγύπ<τ>ου
στῆσαι, ἀρχιερέα δ᾽ ἐμὸν καὶ ναῶν κατασκευὰς | παραιτοῦμαι, οὔτε φορτι̣κὸς
τοῖς κατ᾽ ἐμαυτὸν ἀνθρώποις | βουλόμενος εἶναι τὰ ἱ̣ε̣ρ̣ὰ δὲ καὶ τὰ
τοιαῦτα μόνοις τοῖς θεοῖς | ἐξαίρετα ὑπὸ τοῦ παντὸς αἰῶνος ἀποδεδόσθαι
κρίν[ω]ν. | περὶ δὲ τῶν αἰτηθ̣έ̣ν̣των ἃ παρ᾽ ἐμοῦ λαβεῖν ἐσπουδάκα-|τε
οὕτως γινώσκω· ἅπασι τοῖς ἐφηβευκόσι ἄχρι τῆς | ἐμῆς ἡγεμονίας βέβαιον
διαφυλάσσω τὴν Ἀλεξανδρέων | πολιτείαν ἐπὶ τοῖς τῆς πόλεως τιμίοις κ̣α̣ὶ̣
φιλανθρώποις | πᾶσι πλὴν εἰ μή τινε̣ς ὑπῆλθον ὑμᾶς ὡς ἐ̣γ δ̣ού̣λ̣ων
| γ[ε]γ̣ονότες ἐφηβεῦσαι, καὶ τὰ ἄλλα δὲ οὐχ ἧσσον εἶ̣ν̣α̣ι βούλομαι
| β̣έ̣βαια πάνθ᾽ ὅσα ὑμῖν ἐχαρίσθη ὑπό τε τῶν π̣ρ̣ὸ ἐμοῦ ἡγεμόνων |
καὶ τῶν βασιλέων καὶ τῶν ἐπάρχων, ὡς καὶ [ὁ] θεὸς Σεβαστὸς ἐβεβαίωσε.
| |
Col. IV. |
τοὺς
δὲ νεωκόρους τοῦ ἐν Ἀλεξανδρείᾳ ναοῦ ὅς ἐστ̣ι̣ν τοῦ θεοῦ | Σεβαστοῦ
κληρωτοὺς εἶναι βούλομαι καθὰ καὶ οἱ ἐν Κανώπωι | τοῦ αὐτοῦ θεοῦ Σεβαστοῦ
κληροῦνται. ὑπὲρ δὲ τοῦ τὰς πολι-|τικάς ἀρχὰς τριετεῖς εἶναι καὶ πάν<υ>
ἐμοὶ [[υ]] καλῶς βεβουλεῦσθαι | δοκεῖτε, οἱ γὰρ <ἄρ>χοντες φόβωι
τοῦ δώσειν εὐθύνας ὧν κακῶς | ἦρξαν μετριώτεροι ὑμῖν προσενεχθήσονται
τὸ̣ν̣ ἐ̣ν ταῖς | ἀρχαῖς χρόνον. περὶ δὲ τῆς βουλῆς ὅ τι μέν ποτε σύνηθες
| ὑμῖν ἐπὶ τῶν ἀρχαίων βασιλέων οὐκ ἔχω λέγειν, ὅτι δὲ ἐπὶ τῶν | πρὸ
ἐμοῦ Σεβαστῶν οὐκ εἴχετε σαφῶς οἴδατε. καινοῦ δὴ | πράγματος νῦν πρῶτον
καταβαλλομένου ὅπερ ἄδηλον εἰ συνοί-|σει τῇ πόλει καὶ τοῖς ἐμοῖς πράγμασι
ἔγραψα Αἰμιλλίωι Ῥήκτωι | διασκέψασθαι καὶ δηλῶσαί μοι εἴ τε καὶ συνίστασθαι
τὴν ἀρχὴν δεῖ, | τόν τε τρόπον, εἴπερ ἄρα συνάγειν δέοι, καθ᾽ ὃν γενήσεται
τοῦτο. | τῆς δὲ πρὸς Ἰουδαίους ταραχῆς καὶ στάσεως μᾶλλον δ᾽ εἰ χρὴ
τὸ ἀλη̣θὲς | εἰπεῖν τοῦ πολέμου πότεροι μὲν αἴτιοι κατέστησαν καίπερ
| ἐξ ἀντικαταστάσεως πολλὰ τῶν ὑμετέρων πρέσβεων | φιλοτιμηθέντων καὶ
μάλιστα Διονυσίου τοῦ Θέων[ο]ς ὅμως | οὐκ ἐβουλήθην ἀκριβῶς ἐξελέγξαι,
ταμιευόμενος ἐμ̣αυτῶι | κατὰ τῶν πάλιν ἀρξαμένων ὀργὴν ἀμεταμέλητον·
| ἁπλῶς δὲ προσαγορεύω ὅτι ἂν μὴ καταπαύσητε τὴν ὀλέ-|θριον ὀργὴν ταύτην
κατ᾽ ἀλλήλων αὐθάδιον ἐγβιασθήσομαι | δεῖξαι οἷον ἐστιν ἡγεμὼν φιλάνθρωπος
εἰς ὀργὴν δικαίαν μεταβεβλη-|μένος. διόπερ ἔτι καὶ νῦν διαμαρτύρομαι
ἵνα Ἀλεξανδρεῖς μὲν | πραέως καὶ φιλανθρώπως προσφέρωνται Ἰουδαίο<ι>ς
τοῖς | τὴν αὐτὴν πόλιν ἐκ πολλῶν χρόνων οἰκοῦσι | |
Col. V. |
καὶ
μηδὲν τῶν πρὸς θρησκείαν αὐτοῖς νενομισμένων | τοῦ θεοῦ λυμαίνωνται
ἀλλὰ ἐῶσιν αὐτοὺς τοῖς ἔθεσιν | χρῆσθαι οἷς καὶ ἐπὶ τοῦ θεοῦ Σεβαστοῦ,
ἅπερ καὶ ἐγὼ | διακούσας ἀμφοτέρων ἐβεβαίωσα· καὶ Ἰουδαίοις δὲ | ἄντικρυς
κελεύω μηδὲν πλήω ὧν πρότερον | ἔσχον περιεργάζεσθαι μηδὲ ὥσπερ ἐν δυσὶ
πόλεσιν κα-|τοικοῦντας δύο πρεσβείας ἐκπέμπειν τοῦ λοιποῦ, | ὅ μὴ πρότερόν
ποτε ἐπράχθη, μηδὲ ἐπισπαί̣ρ̣ε̣ιν | γυμνασιαρχικοῖς ἢ κοσμητικοῖς ἀγῶσι,
| καρπουμένους μὲν τὰ οἰκεῖα ἀπολαύοντας δὲ | ἐν ἀλλοτρίᾳ πόλει περιουσίας
ἁπάντων ἀγαθῶν, | μηδὲ ἐπάγεσθαι ἢ προσίεσθαι ἀπὸ Συρίας ἢ Αἰγύπ<τ>ου
| καταπλέοντας Ἰουδαίους ἐξ οὗ μείζονας ὑπονοίας | ἀναγκασθήσομαι λαμβάνειν·
εἰ δὲ μή, πάντα | τρόπον αὐτοὺς ἐπεξελεύσομαι καθάπερ κοινήν | τινα
τῆς οἰκουμένης νόσον ἐξεγείροντας. ἐὰν | τούτων ἀποστάντες ἀμφότεροι
μετὰ πρα̣ότητος | καὶ φιλανθρωπίας τῆς πρὸς ἀλλήλους ζῆν ἐθελήσητε |
καὶ ἐγὼ πρόνοιαν τῆς πόλεως \ποιήσομαι/ τὴν ἀνωτάτω | καθάπερ ἐκ προγόνων
οἰκείας ἡμῖν ὑπαρχούσης. | Βαρβίλλωι τῶι ἐμῶι ἑταίρωι μαρτυρῶ ἀεὶ πρόνοια[ν]
| ὑμῶν παρ᾽ ἐμοὶ ποιουμένωι, ὃς καὶ νῦν πάσηι φιλο-|τιμίᾳ περὶ τὸν ἀγῶνα
τὸν ὑπὲρ ὑμῶν κέχρ[ηται], | καὶ Τιβερίωι Κλαυδίωι Ἀρχιβίωι τῶι ἐμῶι
ἑταίρωι. | ἔρρωσθε. |
► Source : Papyrus found at Alexandria, reported in 1921. |