|
EDICTUM
ANASTASII DE VECTIGALIA Edict of Anastasius I on tariff for shipments to Constantinople ( About AD 492 ) |
( Based upon the Greek texts of A. Mordtmann & H. Grégoire ). |
|
εἰ δέ τις [τολμήσει
παραβῆναι ταῦτα, θεσπίζομεν αὐτὸν (?)] | στρατίας ἐκπίπτιν ἣ[ν ἔλαχεν
καὶ τῇ νομίμῃ ποινῇ ὑπο]-|βάλλεσθαι, τὸν δὲ τὴν ἀρχὴν ἔχοντα τῶν σ[τενῶν
ποινὴν] | πεντήκοντα χρυσοῦ κατατιθέναι λίτρας, εἴ τε {εἴ<γ>ε}
οἱῳ-|δήποτε τρόπῳ παραβαλῶσιν οἱ τύποι τῆς ἡμετέ-|ρας εὐσεβίας· ἀγρυπνῖν
γὰρ αὐτὸν καὶ πολυπραγμονῖν | ἕκαστα βουλόμεθα ὥστε μηδένα κακουργοῦντα
| λανθάνειν· ταῦτα δὲ καὶ ἐν αὐτοῖς προτεθῆναι τοῖς τό-|ποις ἐθεσπίσαμεν,
καὶ στήλαις ἐνχαράττεσθαι λιθίναις | ἐνπηγνυμέναις ἐκεῖ πρὸς τῇ θαλάττῃ
ὥστε καὶ τοὺς | ἀπαιτοῦντας καὶ τοὺς ἀπαιτουμένους ἀναγινώσκιν | τὸν
νόμον καὶ τοὺς μὲν δεδιότας ἀπέχεσθαι τῆς ἀπλησ-|τίας, τοὺς δὲ θαρροῦντας
μὴ ἀνέχεσθαι βλάβης καὶ τὸν | περίβλεπτον κόμητα τῶν στενῶν ἀεὶ τὴν
ἀπιλὴν | ἐν τοῖς πράγμασιν {<γ>ρά<μ>μασιν} ὁρῶντα τὴν
ἐν τοῖς ἔργοις πῖραν, εἰ ῥα-|θυμήσῃ, προσδέχεσθαι· †
| (leaf) †
| (leaf) γνῶσις συνηθειῶν ἃς παρῖχον πρὸ ἐτῶν εἴκοσει | καὶ
εἴκοσει δύο τῶν στενῶν οἱ ναύκληροι, ὡς πολυπραγμο-|νήσας ὁ ἐνδοξώτατος
ἔπαρχος τῆς πόλεως ἀνήγαγεν | τῇ ἡμετέρᾳ εὐσεβίᾳ, ἅστινας καὶ ἐπὶ τοῦ
παρόντος καὶ με-|τὰ ταῦτα προσήκει μόνας διδόναι οὕτως· (vacat)
| οἱ οἰνηγοὶ πάντες οἱ τὸν οἶνον κομίζοντες εἰς τὴν βασι-|λίδ[α τα]ύτην
πόλειν, πλὴν μόνον τῶν Κιλίκων, (vacat) | κλασσικοῖς τῶν στενῶν
φόλλις ἓξ καὶ ξέστας δύο, | οἱ ἐληγοὶ καὶ ὀσπριγοὶ καὶ λαρδηγοὶ κλασσικοῖς
τῶν στενῶν | φόλλις ἕξ, οἱ Κίλικες ναύκληροι κλασσικοῖς τῶν στενῶν |
φόλλις τρῖς· καὶ ὑπὲρ πρόβας κεράτιν ἓν καὶ ἐν τῷ ἐκ-|πορίζιν κεράτια
δύο· οἱ σιτηγοὶ κλασσικοῖς τῶν στε-|νῶν φόλλις τρῖς καὶ λόγῳ πρόβας
σίτου μόδιος εἷς· | καὶ ἐν τῷ ἐκπορίζιν ἐντεῦθεν ἑτέρους φόλλις τρῖς. |
|