|
EPISTULA
GAI AD COMMUNE ACHAEORUM ET BOEOTORUM ET LOCRORUM ET PHOCENSIUM ET EUBOEORUM Letter of Caligula to the League of the Achaeans, Boeotians, Locrians and Euboeans ( August 19, AD 37 ) |
( W. Dittenberger, Inscriptiones Graecae, VII, Berlin, 1892, n. 2711 ). |
|
(I) |
[στρατηγὸς
Ἀχαιῶ]ν καὶ Βοιωτῶν καὶ Λοκρῶν
καὶ Εὐβοέων καὶ | [Φωκέων ———]ς Διοδότου
Ἀ[ρ]γεῖος Ἀκρηφιέων ἄρχουσι χαίρειν. | [ὁ πεμφθεὶς ὑ]φ’ ὑμῶν πρεσβευτὴς
Ἐπαμινώνδας Ἐπαμινώνδου ἐ[π]α-|[ινετῶ]ς καὶ σπουδαίως ἀπέδωκέν μοι τὴν
παρ’ ὑμῶν ἐπιστολὴ[ν] | [περὶ τῆς] εἰς Καίσαρα Γερμανικὸν Σεβαστὸν εὐσεβείας
τόν τε ὅρ[κον] | [ὤμοσε]ν ὑπὲρ τῆς πόλεως ὑμῶν, παρόντος καὶ
τοῦ ἡγεμόνος, | [ἐναντίον] τοῦ συνεδρίου, καὶ τῆς συνόδου μετέσχεν,
πρεσβείας τε ζη-|[τουμένη]ς ὑπὲρ Βοιωτῶν πρὸς τὸν Σεβαστὸν καἰκ τῶν
μειζόνων πόλε̣[ων] | [τῶν παρ]όντων κα[ὶ] ἐξομνυμένων καὶ ἐπικαλουμένων
ὡς ἀποστῆναι | [κινδυ]νεύ<ε>ιν τὴν Βοιωτίαν ἀπὸ τῶν Πανελλήνων,
ἄριστον ἔργον ἐποίησεν | [καὶ εὐγ]ενὲς καὶ εὐσεβείας ἐχόμενον τῆς εἰς
τὸν Σεβαστὸν ὁ ὑμέτερος | [πρεσ]βευτὴς Ἐπαμινώνδας, ὑποσχόμενος τὴν
πρὸς τὸν Σεβαστὸν πρεσ-|[βείαν ὑ]πὲρ τοῦ Β<οι>ωτῶν ἔθνους κατὰ
δωρεάν, ἐφ’ ᾧ ὑπὸ πάντων τῶν Ἑλ-|[λήνω]ν ἀποδοχῆς ἠξιώθη καὶ ἐπαίνων
καὶ τειμῶν ἃς ἐψηφισάμεθα | [αὐτῷ]. ἔρρωσθε. |
(II) |
ἔδοξε
τῇ συνόδῳ τῶν Ἑλλήνων, ἐπαινέσαι Ἐπα-|[μινώ]νδαν Ἐπαμινώνδου Ἀκρηφιῆ,
ἐπειδὴ πολλῆς ζητήσεως γενομέν-|[ης ὑ]πέσχετο τὴν πρὸς τὸν Σεβαστὸν
πρεσβείαν προθυμότατα κατὰ | [δωρε]ὰν ὑπὲρ τοῦ Βοιωτῶν ἔθνους, ἣν ἄλλοι
παρόντες ἐκ τῶν μειζόνω[ν] | [πόλε]ων ἠρνήσαντο, στεφανῶσαι δ’ αὐτὸν
καὶ χρυσῷ στεφάνῳ καὶ εἰκ[όνι] | [γραπ]τ̣ῇ τύχῃ τῇ ἀγαθῇ· εἶναι δὲ καὶ
ἐν ἀναγραφῇ τὸ ψήφισμα τῶν Ἑλ[λήνων]. | |
(III) |
[Αὐτοκ]ράτωρ
Σεβαστὸς Καῖσαρ, θεοῦ Σεβαστοῦ ἔ[κγ]ονος, Τιβερίου Καί[σα]-|[ρος υἱ]ωνός,
ἀρχιερεύς, δημαρχικῆς ἐξουσίας, ὕπατος, Ἀχαιῶν
καὶ Βοιω-|[τῶν κ]αὶ Λοκρῶν καὶ Φωκέων καὶ Εὐ[βοέ]ων
τῷ κοινῷ χαίρειν· ἀναγνοὺς | [τὸ δο]θέν̣ μοι ὑπὸ τῶν ὑμετέρων πρεσβευτῶν
ψήφισμα ἔγνων ὅτι οὐδεμίαν̣ | [ὑ]π̣ερβολὴν
ἀπελίπετε τῆς εἰς ἐμὲ [προθυ]μ̣ίας καὶ
εὐσεβείας ἰδίᾳ τε | [ἕκασ]τος θυσάμενοι ὑπὲρ τῆς ἐμῆς
<σ>ωτηρίας, καὶ κοινῇ ἑορτάσαντες | [κα]ὶ τειμὰς ἃς ἠδύνασθε μεγίστας
ψηφισάμενοι, ἐφ’ οἷς ἅπασι ἐπαινῶ | [ὑμ]ᾶς καὶ ἀποδέχομαι, καὶ μεμνημένος
τῆς ἐκ παλαιῶν χρόνων | [ἐπιφ]α̣νείας ἑκάστου
τῶν Ἑλληνικῶν δ[ήμω]ν ἐῶ ὑμᾶς συνισταμένους. | [τῶν ἀ]νδριάντων,
οὓς ἐψηφίσασ<θ>έ μοι, τὸ πολὺ πλῆθος, ἐὰν ὑμεῖν δοκῇ, | [ἀφε]λόντες
ἀρκέσθητε τοῖς Ὀλυμπίασι καὶ Νεμέᾳ καὶ Πυθοῖ καὶ Ἰσ-|[θμοῖ] τεθησομένοις,
ὅπ[ως ——————————]σθε καὶ ἑαυτοὺς ἧτ-|[τον ἀνα]λώμασι βαρυνεῖ<τ>[ε.
ἀπέδωκάν μοι] τὸ ψήφισμα πρεσβε-|[υταί, ὧ]ν τὰ ὀνόματα ὑπ[ογέγραπται.
εὐτυχεῖτε]. ἀ[ρ]χιπρεσβευτής· Μέν-|[αν]δρ<ο>ς Λευκίου [—————————
Ἀχαι]ῶ[ν] δὲ Θεόπομπος Ἀ-|[ριστο]δάμου, Ἀριστ[———————, ————]ος Ἐπιδίκο<υ>,
Τιμόξεν-|[ος Τ]ειμοξέν[ο]υ, λ[—————————, ——]δαμος
Τειμανδρ-|[ίδου], Μηνοφάνης [————, ———— ——]δου,
Βοιωτῶν δὲ Ἐπα-|[μινώ]νδας
Ἐπαμινώνδο[υ, —————, ———]νων, Ἡράκλειτος | [Ὀλυμ]πίωνος,
Φωκέων [δὲ ————, Εὐβο]έων δὲ Ἀριστόδικος | [———]φου, Λοκρῶν δὲ [—————,
————]ης Ἀναξιδότου. ἐδό-|[θη πρὸ] δεκατεσσάρων Καλανδῶν Σεπτεμβρίων
ἐν Ῥώμῃ. | |
(IV) |
[——]ων Ἡρακλείδου
ὁ ἀν[τ]άρχων Ἀ[ρ]ισ[τ]ομάχου τοῦ
Ἐρασίππου, τ̣οῦ | [γραμ]ματέως τῶν Ἀ[χαιῶν, τ]ῷ κοινῷ Βοιωτῶν
καὶ τῷ γραμματεῖ χαί-|[ρειν]· τοῦ πεμφθέντος ὑφ’ ὑμῶν πρεσβευτοῦ Ἐπαμινώνδου
| [Ἐπαμινώ]νδου ἀποδόντος μετὰ τῶν ἄλλων τῆς Ἀχαΐ<α>ς συνπρεσβευ-|[τῶν
τ]ὴν παρὰ τοῦ Σεβαστοῦ ἐπιστολὴν πέπομφα ὑμεῖν τὸ ἀντίγραφ-|[ον, τ]άς
τε νῦν πάλιν πρεπούσας αὐτῷ τειμάς, ἃς ἐψηφισάμεθα, | [παραι]τησαμένου
μετὰ τῶν συνπρέσβεων ὑπερ<ε>θέμεθα εἰς τὴν | [δευτ]έραν ἐσομένην
τῶν Ἀχαιῶν σύνοδον. ἔρρωσθε. | |
(V) |
[τὸ κοι]νὸν Βοιωτῶν
καὶ ὁ γραμματεὺς τοῦ συνεδρίου Ζώπυρος | [Ἀγα]μ̣ήσστορος Ἀκρηφιέων ἄρχουσι
χαίρ<ε>ιν· τῶν κυρωθ-|[εισῶν]
τιμῶν ὑπὸ τῶν Βοιωτῶν Ἐπαμινώνδᾳ Ἐπαμινώνδου | [τῷ π]ολείτῃ ὑμῶν πεπόμφαμεν
ὑμῖν τὸ ἀντίγραφον σημη-|[νάμε]νοι τῇ κοινῇ σφραγῖδι. ἔρρωσθε. |
(VI) |
ἔδοξε τοῖς σύνπα-|[σ]ι
ναοποιοῖς ἐν τῇ πανηγύρει τῶν Παμβοιωτίων· | [ἐπειδ]ὴ Ἐπαμινώνδας Ἐπαμινώνδου
ἀνὴρ καλός τε κἀγαθὸς ὑ-|[πάρ]χων παρὰ πάντα τὸν βίον καὶ ἐν τῷ π[α]ρόντι
μηδὲν ἐν-|[λιπεῖν] βουλόμενος εἰς
τὸ ἔθνος, κ̣[αθ’] ὃν
καιρὸν ἡ πᾶσιν μακα-|[ριωτ]άτη ἐπέλαμψεν ἡ[γ]εμονία
τοῦ νέου θεοῦ Σεβαστοῦ, | [πρεσ]βείας ζητουμένης ἐν
τοῖς Πανέλλησι[ν] ὑ[π]ὲρ τοῦ Βοι-|[ωτῶ]ν ἔθνους μηδενός τε βουλομένου
ὑπομεῖναι τὸ βά-|[ρος, π]άντα ἐν ἐλάσσονι θέμενος τὰ ἑαυτοῦ ἐ[πείγ]οντα
πράγμα-|[τα, ἐ]π̣εδέξατο τὸ μεγαλόφρον, προσενδεξάμενος κατὰ δωρεὰν
| [πρεσ]βεύσ<ε>ιν πρὸς τὸν Σεβαστὸν Καίσαρα Γερμανικὸν καὶ | [συνπλ]ηρώσας
τὰ τῆς πρεσβ<ε>ίας προσενενκών τε μετὰ
τῶν | [συνπρέσ]βεων τὰς ἐψηφισμένας τιμὰς ὑπὸ
τῶν Πανελλήνω-|[ν τῷ Σε]βαστῷ, ἤνεν{εν}κεν {ἤνενκεν} ἀπόκριμα πρὸς τὸ
ἔθνος πάσης | [φιλαν]θρωπίας καὶ ἐλπίδων ἀγαθῶν πλῆρες·
δι’ ἃ δὴ | [πάντ]α ἔδοξε τῷ κοινῷ
Βοιωτῶν, <ἐπαινέσαι> Ἐπαμινώνδαν ἐφ’ ᾗ | [εἶχε]ν εἰς τὸ ἔθνος
μεγαλοψυχίᾳ τε καὶ εὐνοίᾳ, ἀνα-|[θεῖνα]ι δὲ αὐτοῦ καὶ εἰκόνα γραπτὴν
ἐν ὅπλῳ ἐπιχρύσῳ | [ἐν τῷ ν]αῷ τῆς Εἰτωνίας Ἀθηνᾶς, τὴν ἐπιγραφὴν ποιησα-|[μένου]ς
τήνδε· "τὸ κοινὸν Βοιωτῶν Ἐπαμινώνδαν | [Ἐπα]μινώνδου, πρεσβεύσαντα
πρῶτον ὑπὲρ τοῦ Βοιω-|[τῶν ἔ]θνους κατὰ δωρεὰν πρὸς τὸν νέον Σεβαστὸν
| [Καίσ]αρα Γερμανικόν, ἀρετῆς ἕνεκεν [καὶ εὐνοί]ας." | |
(VII) |
[Θηβαί]ων ἄρχοντες
καὶ ἡ βουλὴ καὶ ὁ δῆμ[ος Ἀκρηφιέ]ων ἄρ-|[χουσ]ι, βουλῇ, δήμῳ χαίρειν·
τῶν [ἐψηφισαμέ]νων | [παρ’ ἡ]μεῖν τειμῶν καὶ πολειτείας Ἐπ[αμινώνδᾳ]
Ἐπαμ-|[ινώ]νδου τῷ πολείτῃ ὑμῶν πεπόμ̣[φαμεν
ὑμ]εῖν | [τὸ ἀν]τίγραφον καθὼς ἔδοξεν ἡμεῖ[ν
σημηνάμενοι τῇ] δημο-|[σίᾳ σ]φραγῖδι· παρεκαλέσαμεν
δὲ τὸν̣ [τὸ ἀντίγραφον]
διακο-|[μίζοντα] π̣ρὸς ὑμᾶς Δωρόθεον
Νεικοκλ[έους ἁρμόζοντα]ς ἀπὸ | [τῆς ἡ]μετέρας πόλεος λόγους ποιήσ[ασθαι
πρὸς] τὴν ὑ-|[μετέ]ραν καθ’ ἃς ἔλαβεν παρὰ τῆς [βουλῆς καὶ τοῦ δ]ήμου
| [ἐντο]λάς. ἔρρωσθε. |
(VIII) |
ἐπε̣[ιδὴ Ἐπαμινώνδα]ς
Ἐπαμιν-|[ών]δου ἀνὴρ καλὸς καὶ ἀγαθ[ὸς ὑπὲρ τοῦ] ἔθνους ὑπ-|[άρχει]
συνπολειτευόμε[νος ———————]τοτε καὶ | [——————————————————]ς ἐποίη-|[σεν
ἀρίστῃ χρησάμενος βίο]υ ἀγωγῇ, καὶ | [ἰδίᾳ τε πρὸς ἕκαστον ἡμῶν] καὶ
κοινῇ πρὸ[ς] | [πάντας διά τε τοῦ χρόνου τ]ο̣ῦ παρεληλυθότος | [προσεφέρετο
καλῶς καὶ ἀξίως τ]ῆς ἑαυτοῦ ἀγωγῆς, καὶ | [ζητουμένης παρ’ ἡ]μ̣ῶν πρώτης
καὶ ἀνανκαι-|[οτάτης πρὸς] τ̣ὸν νέον Σεβαστὸν πρεσβείας | [ὑπὲρ τοῦ
ἔθ]ν̣ους ε̣ἰς τὸ κοινὸν τῶν Βοιωτῶν, πολλῶν ὀ-|[κνησ]άντων ὑπομεῖναι
τὸ βάρος καὶ τὴν ὄχλησιν | [τῆς] ἀποδημίας, κινδυνεύοντός τε τοῦ ἔθνους
ἀπ-|[οσπασ]θῆναι τῆς κοινῆς τῶν Ἀχαιῶν ἐλπίδος καὶ φι-|[λαν]θρωπίας,
αὐτεπάνγελτος ἐν τῷ κοινῷ τῶν Παν-|[ελλή]νων τῷ ἀχθέντι ἐν Ἄργει ὑπομείνας
ἣν ἄλλοι | [πολλοὶ] καλούμενοι ἠρνήσαντο πρεσβείαν οὐδὲ εἰς πα-|[ρασκε]υὴν
χρόνον αἰτησάμενος ἀνελλιπῶς ἐξῆ-|[λθε κ]αὶ ταῦτα καὶ τὰς δαπάνας μετὰ
τῆς ὀχλήσεως | [ἐκ τῶ]ν ἰδίων ὑποσχόμενος, πληρώσας
δὲ τὴν ὑπὲρ | [τοῦ ἔ]θνους πρεσβείαν, τὸ ἀπόκριμα καὶ πρὸς ἡμᾶς | [τοῦ
ν]έου Σεβαστοῦ διεκόμισεν πάσης ἐλπίδος | [φι]λανθρωπίνης πλῆρες, ἀνεπιβαρήτους
κα-|[ὶ τὰς] πόλεις καὶ τὸ κοινὸν καὶ ἐν τῇ ἐξόδῳ καὶ ἐν | [τῇ] πρεσβείᾳ
φυλάξας· δι’ ἃ δὴ δεδογμένον εἶναι | [τοῖς] τε ἄρχουσι καὶ τῇ βουλῇ
καὶ τῷ δήμῳ Θηβαίων, | [δεδό]σθαι πολειτείαν κατὰ δωρεὰν Ἐπαμεινώνδᾳ
| [Ἐπαμ]εινώνδου, καὶ εἶναι αὐτῷ μετοχὴν πάντων | [τῶν τ]ῆς πόλεως φιλανθρώπων
καθὰ καὶ τοῖς ἐ-|[γχωρί]οις· ἀναθεῖναι δὲ αὐτοῦ καὶ εἰκόνα γραπτὴν |
[ἐν ὅπλ]ῳ ἐπιχρύσῳ ἐν τῇ ἀγορᾷ ἐπιγραφὴν ποιήσαντ-|[ας· "ὁ] δῆμος
Θηβαίων Ἐπαμεινώνδαν Ἐπαμειν-|[ώνδο]υ, πρεσβεύσαντα κατὰ
δωρεὰν ἐν τῷ κοιν-|[ῷ τῶν] Ἀ[χ]αιῶν ὑπὲρ τοῦ
[Β]οιωτῶν ἔθνους πρὸς | [τὸν Σε]βαστὸν Καίσαρα Γερμανικόν,
ἀρετῆς | [ἕνεκ]α̣." ἑλέσθαι δὲ καὶ
τὸν διακομίσαντα τὸ ἀντί-|[γραφο]ν τοῦ ψηφίσματος
πρὸς τὴν Ἀκρηφιέων πόλιν. | [ᾑρέθη] Δωρόθεος Νικοκλεῦς. | |
(IX) |
[κατὰ ταὐ]τὰ δὲ καὶ
αἱ λοιπαὶ πόλεις | [αἱ ἐν Βοι]ωτίᾳ ψηφίσμ<α>σιν καὶ πολειτείᾳ
ἐτείμησαν | [εὐχαριστ]οῦσαι· οὐκ ἐγράφησαν δὲ διὰ τὸ <τὸν> τόπον
μὴ | [ἐξαρκεῖν]. |
|